207
ὠφελήσειν, τίς ἐν τοῖς ὠφελοῦσι μῶμον θήσειεν, ἀλλὰ εἰ ἄρα ὅμοιος τῷ ὄφει γενήσεται; ἔοικας γὰρ τούτῳ, ὦ Μαρκίων· κἀκεῖνος γὰρ ἀντιστρέφων τὰ παρὰ θεοῦ εἰρημένα παρέπειθε τὴν Εὔαν λέγων «οὐ θανάτῳ ἀποθανεῖσθε». νόμον γὰρ τῇ περιτομῇ συνέδησε καὶ τὴν περιτομὴν τῷ νόμῳ συμπρέπουσαν ἀπέδειξε καὶ τοῦ αὐτοῦ θεοῦ τὸ πρόσταγμα ὑπάρχειν ὑπέφηνεν τοῦ τὴν περιτομήν ποτε δεδωκότος καὶ νόμον εἰς βοήθειαν δεδωκότος, ἀφ' οὗπερ Χριστὸς πιστευόμενος τὰ τέλεια τοῖς πιστεύουσι λαλεῖν τε καὶ ποιεῖν παρέχεται. ˉγ 20καὶ20 ˉλ 20σχόλιον20. «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ». ˉγ 20καὶ20 ˉλ 20ἔλεγχος20. Εἰ ἡ γνῶσις μόρφωσιν ἔχει, ἀπὸ δὲ τῆς μορφώσεως τὸ εἶδος φαίνεται, οἱ δὲ τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ἔχοντες ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ οἴδασιν ἀπὸ τῆς μορφώ2.177 σεως τοῦ νόμου τὸ εἶδος κεκτῆσθαι, τουτέστιν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ ἄρα ἀλλότριος ὁ νόμος τῆς γνώσεως καὶ τῆς ἀληθείας. διὰ γὰρ τῆς ἐν αὐτῷ μορφώσεως ἐπέγνωσαν οἱ κήρυκες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν. ˉδ 20καὶ20 ˉλˉα 20σχόλιον20. «Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». ˉδ 20καὶ20 ˉλˉα 20ἔλεγχος20. Τό «ἔτι» καὶ τό «ἀπέθανεν» οὐ δοκήσεως ἀλλὰ ἀληθείας ἐστὶ σημαντικόν. εἰ γὰρ δόκησις ἦν, τίς χρεία τοῦ «ἔτι» λέγεσθαι, δυναμένου τοῦ Χριστοῦ πάντοτε καὶ τότε καὶ νῦν δοκήσει φαίνεσθαι καὶ μὴ λέγεσθαι «ἔτι ὄντων ἡμῶν ἀσθενῶν»; ἀπὸ τοῦ γὰρ «ἔτι» τὸ τότε θανεῖν * ἀπέδωκε καὶ ἐδικαίωσε τῷ θανάτῳ, ἵνα μηκέτι χρείαν ἔχῃ θανεῖν ὁ ὑπὲρ ἁμαρτωλῶν ἅπαξ ἀποθανὼν καὶ δι' ἑαυτὸν μηκέτι ἀποθνῄσκων. ˉε 20καὶ20 ˉλˉβ 20σχόλιον20. «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». ˉε 20καὶ20 ˉλˉβ 20ἔλεγχος20. Συντίθεται τῷ νόμῳ τῷ ἅγιον αὐτὸν εἶναι καὶ τῇ ἐν αὐτῷ ἐντολῇ γενομένῃ, τρισὶ μαρτυρίαις ἀσφαλισάμενος ταύτην, ἁγίαν αὐτὴν λέγων καὶ δικαίαν καὶ ἀγαθήν, ἵνα ἐλέγξῃ σέ, Μαρκίων, καὶ ἡμᾶς διδάξῃ τοῦ ἁγίου εἶναι τὸν νόμον, οὗ καὶ ἡ ἐντολὴ ἁγία, καὶ αὐτὸν τὸν ἅγιον εἶναι καὶ ἀγαθόν. διὸ ἀγαθοῦ οὖσα ἐντολὴ ἀγαθὴ καλεῖται καὶ ἁγίου οὖσα ἁγία ἐστὶν καὶ δικαίου ὑπάρχουσα δικαία ἐντολὴ καλεῖται, ἑνὸς ὄντος τοῦ τότε καὶ νῦν *, τοῦ ὄντος ἁγίου καὶ δικαίου καὶ ἀγαθοῦ. διὸ καὶ ἡ αὐτοῦ ἐντολὴ ἡ ἀπὸ τότε καὶ νῦν ἐν νόμῳ καὶ ἐν καινῇ διαθήκῃ ἁγία ὑπάρχει καὶ δικαία καὶ ἀγαθή. ˉ 20καὶ20 ˉλˉγ 20σχόλιον20. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». ˉ 20καὶ20 ˉλˉγ 20ἔλεγχος20. Εἰ ἐν τοῖς ἀποστόλοις καὶ ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου πληροῦται, πῶς σύ, ὦ Μαρκίων, τολμᾷς λέγειν τὸν νόμον ἀλλότριον τῶν κατὰ τὸ πλήρωμα τοῦ νόμου δικαιουμένων ἀποστόλων τοῦ θεοῦ; 2.178 ˉζ 20καὶ20 ˉλˉδ 20σχόλιον20. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». ˉζ 20καὶ20 ˉλˉδ 20ἔλεγχος20. Εἰ εἰς δικαιοσύνην Χριστὸς ἐλήλυθεν παντὶ τῷ πιστεύοντι, οὐ τοῦ νόμου τελειουμένου, εἰ μὴ Χριστὸς τελειώσῃ τῇ ἑαυτοῦ παρουσίᾳ, οὐκ ἄρα τελειωθήσεσθε, ὦ Ἰουδαῖοι, ἐν νόμῳ μένοντες, ἐὰν μὴ Χριστὸν ἐνδημήσαντα πιστεύσαντες ὑποδέξησθε. ἀλλὰ οὐδὲ σύ, Μαρκίων, δυνήσῃ σωθῆναι ἐν Χριστῷ, τὴν ἀρχὴν τοῦ κηρύγματος καὶ τὴν ῥίζαν ἀποβαλλόμενος, ὅπερ ἐστὶ νόμος, ἀφ' οὗπερ Χριστὸς γινωσκόμενος τελειοῖ τὸν μὴ τὸν νόμον βδελυσσόμενον ὡς ἀλλότριον Χριστοῦ ὑπάρχοντα. ˉη 20καὶ20 ˉλˉε 20σχόλιον20. «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν». ˉη 20καὶ20 ˉλˉε 20ἔλεγχος20. Εἰ διὰ τοῦ ἀγαπᾶν τὸν πλησίον νόμος πληροῦται, οὐκ ἀλλότριος Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ θεοῦ ὁ νόμος, ὁ κελεύων ἀγαπᾶν τὸν πλησίον· διότι ὁ θεὸς ἀγάπη ἐστὶν καὶ πάντα τὰ ὑπ' αὐτοῦ κηρυττόμενα ὁμοίως ἀεὶ κηρύττεται, καὶ τότε καὶ νῦν, καὶ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ. Τῆς πρὸς Θεσσαλονικεῖς ˉα, πέμπτης ἐπιστολῆς οὕτω γὰρ κεῖται ἐν τῷ Μαρκίωνι, ὀγδόης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, τὰ