208
πάντα τοῦ Μαρκίωνος διεστραμμένως ἀπ' αὐτῆς ἔχοντος οὐδὲν ἐξ αὐτῆς παρεθέμεθα. Τῆς πρὸς Θεσσαλονικεῖς δευτέρας, ἕκτης δὲ κειμένης παρὰ τῷ Μαρκίωνι, ἐνάτης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, ὁμοίως διαστραφείσης ὑπ' αὐτοῦ τοῦ Μαρκίωνος, πάλιν οὐδὲν ἐξεθέμεθα. Τῆς πρὸς Ἐφεσίους, ˉζ οὔσης παρὰ τῷ Μαρκίωνι, ˉε δὲ παρὰ τῷ ἀποστόλῳ κειμένης, τάδε· ˉα 20καὶ20 ˉλˉ 20σχόλιον20. «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ 2.179 χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. ˉα 20καὶ20 ˉλˉ 20ἔλεγχος20. Τό «μνημονεύοντες» καιροῦ σημαίνει τὸ εἶδος καὶ τό «οἱ λεγόμενοι ὑπὸ τῆς λεγομένης» τῶν πραγμάτων τοὺς τύπους σημαίνει καὶ τό «ἐν σαρκί», ἵνα δείξῃ τὸν τύπον τὸν ἐν τῇ σαρκὶ ἀπεκδεχόμενον τὸν τοῦ πνεύματος καιρόν, ἵνα τὰ ἐντελέστερα ἀπὸ τοῦ τύπου δείξῃ. χωρὶς γὰρ Χριστοῦ τῆς πολιτείας τοῦ Ἰσραὴλ ἡ ἀκροβυστία ἀπηλλοτρίωτο, ἀπηλλοτριωμένη δὲ ξένη ἦν ἐπαγγελίας καὶ διαθήκης, καὶ οἱ ἀπὸ ταύτης ὁρμώμενοι ἐλπίδα οὐκ εἶχον, ἀλλ' ἄθεοι ἦσαν ἐν τῷ κόσμῳ, ὡς ἀποδέδεικται ἀπὸ τῶν τοῦ ἀποστόλου ῥημάτων. ἀλλὰ σύ, Μαρκίων, οὔτε ὁρᾷς οὔτε ἀκούεις, ἐπεὶ ἂν ἐνόεις πόσων ἀγαθῶν παραίτιον τὸν νόμον φάσκει ὁ ἅγιος ἀπόστολος τοῖς ἐν τῷ νόμῳ πρὸς τὸν τότε καιρὸν πεπολιτευμένοις· «ἐν γὰρ Χριστῷ Ἰησοῦ οἱ ποτὲ μακρὰν νῦν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.» εἰ δὲ τὰ ἀμφότερα ἐποίησεν ἓν καὶ οὐ τὸ μὲν ἀνεῖλεν τὸ δὲ ἕτερον συνεστήσατο, ἄρα γε οὐδὲ τὸ πρότερον ἀλλότριον αὐτοῦ οὐδὲ τὸ δεύτερον διεῖλεν ἀπὸ τοῦ πρώτου, ἀλλὰ τὰ ἀμφότερα εἰς ἓν συνήγαγεν, οὐχ ἁπλῶς οὐδὲ δοκήσει, ἀλλὰ ἐναργῶς ἐν τῷ αἵματι αὐτοῦ, ὡς ἡ ἀσφαλὴς τοῦ ἀποστόλου ὑποδείκνυσι διδασκαλία. ˉβ 20καὶ20 ˉλˉζ 20σχόλιον20. «∆ιὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός». ˉβ 20καὶ20 ˉλˉζ 20ἔλεγχος20. Πόθεν τῷ ἀποστόλῳ τό «διὸ λέγει» ἀλλὰ 2.180 ἀπὸ τῆς παλαιᾶς δῆλον διαθήκης; τοῦτο δὲ ἐμφέρεται παρὰ τῷ Ἠλίᾳ. πόθεν δὲ ὡρμᾶτο ὁ Ἠλίας; ἀλλὰ εἷς ἦν τῶν προφητῶν τῶν κατὰ νόμον πεπολιτευμένων, ἀπὸ νόμου καὶ προφητῶν ὁρμώμενος. εἰ δὲ ἐν Χριστῷ ἐπροφήτευσε τό «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός», ἄρα γε τὸ πρωτότυπον διὰ Λαζάρου καὶ τῶν ἄλλων ἐπεπλήρωτο, περὶ οὗ οἱ αὐτοὶ ἀμφέβαλλον, Μάρθα καὶ Μαρία λέγουσαι «ἤδη ὄζει, τεταρταῖός ἐστι» καὶ τῶν τοῦ ἀρχισυναγώγου λεγόντων «μηκέτι σκύλλετε τὸν διδάσκαλον» καὶ αὐτοῦ λέγοντος «μὴ φοβεῖσθε· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει». σαφῶς γὰρ ἔκτοτε τὸ κήρυγμα ἐκάλει ἀνάστασιν διὰ Χριστοῦ ἔσεσθαι καὶ τὸ ἐξουσιαστικὸν τῆς εὐχερείας ὑπεδείκνυεν, ἵνα τὸ δυνατὸν τοῦ Χριστοῦ ὑποδείξῃ, ὅτι ὡς τῷ ἀνθρώπῳ εὐχερὲς οὐ τὸν ἀποθανόντα ἀλλὰ τὸν καθεύδοντα διὰ φωνῆς ἐγεῖραι, οὕτως καὶ τῷ Χριστῷ ἦν ἑτοιμότατα τὸ εἰπεῖν· «Λάζαρε, δεῦρο ἔξω» καὶ τό «κουμὶ κουμὶ ταλιθά» τουτέστιν ἀνάστηθι ἡ παῖς. δι' ὧν * καὶ ἐναργῶν ἀποδείξεων ἐσήμανεν ὁ λόγος τὴν ἡμῶν κλῆσιν ἀπὸ νεκρῶν ἔργων καὶ ὕπνου βαρέος ἡμῶν τῶν ποτε καθευδόντων, ἀνεγείροντά τε τὸν Χριστὸν καὶ διὰ τῆς κλήσεως φωτίζοντα ἡμᾶς· ἥτις γέγονε δευτέρα αὕτη σχέσις. τὸ δὲ τέλειον καὶ καθολικὸν προσδοκώμενον, ὅταν ὁ αὐτὸς ὁ λέγων «ἐγώ εἰμι ἡ ἀνάστασις», πάντας καλέσῃ καὶ ἐγείρῃ σώματι καὶ ψυχῇ καὶ φωτίσῃ ἐν τῇ αὐτοῦ μελλούσῃ παρουσίᾳ. ˉγ 20καὶ20 ˉλˉη 20σχόλιον20. «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν 2.181 πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», παρὰ