209
τό «τῇ γυναικί». ˉγ 20καὶ20 ˉλˉη 20ἔλεγχος20. Ἀποδέδεικται πολλάκις μὴ ἀλλότρια εἶναι τὰ ἐν τῷ νόμῳ τοῖς ὑπὸ τοῦ ἀποστόλου διδασκομένοις, κἄν τε σύ, ὦ Μαρκίων, παρακόψῃς τό «τῇ γυναικί». ἀπὸ τοῦ γάρ «ἔσονται εἰς σάρκα μίαν» δήλη σου ἔσται ἡ πᾶσα ῥᾳδιουργία. Τῆς πρὸς Κολασσαεῖς, ˉη παρὰ τῷ Μαρκίωνι κειμένης, παρὰ δὲ τῷ ἀποστόλῳ ˉζ κειμένης· ˉα 20καὶ20 ˉλˉθ 20σχόλιον20. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων ὅ ἐστιν σκιὰ τῶν μελλόντων». ˉα 20καὶ20 ˉλˉθ 20ἔλεγχος20. Οὐδαμόθεν ὑποπίπτει σκιά, ὦ Μαρκίων, ἀλλ' ἢ ἀπὸ σώματος καὶ σῶμα οὐ δύναται εἶναι, σκιᾶς ἀπ' αὐτοῦ μὴ φαινομένης. ὅθεν πεισθῆναι ὀφείλουσιν οἱ ἀπὸ σοῦ ἠπατημένοι διὰ τῶν ἔτι παρὰ σοῦ φυλαττομένων τῆς ἀληθείας τῶν θείων γραφῶν λειψάνων, ὅτι μελλόντων ἀγαθῶν ἀποκαλύπτεσθαι οὐκ ἀλλότρια ἦν τὰ τότε δικαιώματα, προσκαίρως προστεταγμένα περὶ βρώσεως καὶ πόσεως καὶ μέρους ἑορτῶν καὶ νεομηνιῶν καὶ σαββάτων· ὧν ἀγαθῶν σκιαὶ ἦσαν τὰ προειρημένα, δι' ὧν σκιῶν τὸ σῶμα κατειλήφαμεν τῶν ἐνεστώτων ἀγαθῶν, ἐν νόμῳ μὲν σκιαγραφηθέντων ἐν Χριστῷ δὲ τελειωθέντων. Πρὸς Φιλήμονα ˉθ· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται, παρὰ δὲ τῷ ἀποστόλῳ ἐσχάτη κεῖται· ἔν τισιν δὲ ἀντιγράφοις τρισκαιδεκάτη πρὸ τῆς πρὸς Ἑβραίους τεσσαρεσκαιδεκάτης τέτακται, ἄλλα δὲ ἀντίγραφα ἔχει τὴν πρὸς Ἑβραίους δεκάτην πρὸ τῶν δύο πρὸς Τιμόθεον καὶ Τίτον καὶ Φιλήμονα. πάντα δὲ τὰ ἀντίγραφα τὰ σῷα καὶ ἀληθῆ τὴν πρὸς Ῥωμαίους ἔχουσι πρώτην, οὐχ ὡς σύ, Μαρκίων, τὴν πρὸς Γαλάτας 2.182 ἔταξας πρώτην. ὅμως ἀπὸ ταύτης τῆς πρὸς Φιλήμονα οὐδὲν παρεθέμεθα, διὰ τὸ ὁλοσχερῶς αὐτὴν ἐνδιαστρόφως παρ' αὐτῷ κεῖσθαι. Πρὸς Φιλιππησίους ˉι· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται ἐσχάτη καὶ δεκάτη, παρὰ δὲ τῷ ἀποστόλῳ ἕκτη. ὡσαύτως οὐδὲ ἀπ' αὐτῆς, διὰ τὸ διαστρόφως παρ' αὐτῷ κεῖσθαι, οὐδὲν ἐξελεξάμεθα. Αὕτη πεπλήρωται ἡ τοῦ Μαρκίωνος σύνταξις τῆς τῶν ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ τοῦ ἀποστόλου σῳζομένων λειψάνων λόγων τε ὑποθέσεως· ἀφ' ἧς ἀναλεξάμενοι τὰ κατ' αὐτοῦ ἀπὸ τῶν παρ' αὐτοῦ σῳζομένων τοὺς ἐλέγχους παρεθέμεθα. προσέθετο δὲ ἐν τῷ ἰδίῳ ἀποστολικῷ καλουμένῳ καὶ τῆς καλουμένης πρὸς Λαοδικέας ˉα 20καὶ20 ˉμ 20σχόλιον20. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». ˉα 20καὶ20 ˉμ 20ἔλεγχος20. Συνᾳδόντως μὲν τῇ πρὸς Ἐφεσίους, ὦ Μαρκίων, καὶ ταύτας τὰς κατὰ σοῦ μαρτυρίας ἀπὸ τῆς λεγομένης πρὸς Λαοδικέας συνήγαγες, ἵνα ἐπὶ τῷ τέλει τοῦ συντάγματος μάθωμεν ἀναγνόντες τὰ παρὰ σοὶ καὶ γνόντες τὰ κατὰ σὲ καταγνῶμεν τῶν διὰ σοῦ ἀλλοτρίως ἐπινενοημένων τριῶν ἀνάρχων ἀρχῶν διαφορὰς πρὸς ἀλλήλας ἐχουσῶν. οὐχ οὕτως γὰρ ἔχει ἡ τοῦ ἁγίου ἀποστόλου ὑπόθεσις καὶ ἠσφαλισμένον κήρυγμα, ἀλλὰ ἄλλως παρὰ τὸ σὸν ποιήτευμα. σαφῶς γὰρ ἔφη «ἕνα κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα θεὸν τὸν αὐτὸν πατέρα πάντων, τὸν αὐτὸν ἐπὶ πάντων, τὸν αὐτὸν διὰ πάντων καὶ ἐν πᾶσι», διά τε νόμου καὶ προφητῶν καὶ ἐν πᾶσιν ἀποστόλοις καὶ ἐν τοῖς καθεξῆς. Αὕτη μὲν ἡμῶν ἡ προθεωρηθεῖσα ἐν τοῖς προειρημένοις σύνταξις, ἀναλεχθεῖσιν ἀπὸ τῆς παρ' αὐτῷ τῷ Μαρκίωνι ἔτι σῳζομένης 2.183 γραφῆς, ἧς τὴν ἀνάλεξιν σκοπήσας τις ἐκπλαγείη τὰς τοῦ μεγαλοδώρου θεοῦ οἰκονομίας. ἑκάστου γὰρ πράγματος διὰ τριῶν μαρτυριῶν ἐπιβεβαιουμένου καὶ συνισταμένου, ὡς ἐνταῦθα ψιλῶς ὁ θεὸς ἐχαρίσατο συνάψαι ὡς ἔφην ἡμᾶς κατὰ οἰκονομίαν ἑβδομήκοντα μὲν ὀκτὼ μαρτυρίας ἀπὸ τοῦ εὐαγγελίου, τεσσαράκοντα δὲ ἀπὸ τοῦ ἀποστόλου; καὶ ταύτας παρ' αὐτῷ εἰς ἔτι καὶ δεῦρο σῳζομένας τε καὶ οὐκ ἀμφιβαλλομένας, ὡς εἶναι τὰς πάσας ἑκατὸν δεκαοκτώ, ἀντιλεγούσας δὲ πάσας τῇ αὐτοῦ Μαρκίωνος γνώμῃ, ὡς ἀπὸ προσώπου ὀνόματος κυρίου διὰ τῶν δεκαοκτὼ καὶ τῆς αὐτοῦ ἐνδεξίου εὐλογίας διὰ τῶν