210
ἑκατόν. ἀλλὰ καὶ ἐπ' ἄλλης περισσῆς πρὸς ἐπὶ τούτοις * ἐκτὸς τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου· οὐ γὰρ ἔδοξε τῷ ἐλεεινοτάτῳ Μαρκίωνι ἀπὸ τῆς πρὸς Ἐφεσίους ταύτην τὴν μαρτυρίαν λέγειν, ἀλλὰ τῆς πρὸς Λαοδικέας, τῆς μὴ οὔσης ἐν τῷ ἀποστόλῳ. αἷς μὴ ἐντυγχάνων ἠλιθίως ὁ κτηνώδης καὶ ἐν πολλοῖς πεσὼν ὁ τάλας οὐχ ὁρᾷ τὴν κατ' αὐτοῦ ἀνατροπὴν καθ' ἑκάστην ἡμέραν ὁμολογουμένην. καὶ μηδεὶς θαυμαζέτω περὶ τούτου. πῶς γὰρ ἠδύνατο οὗτος, ἐπαγγειλάμενος ἔχειν τι τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, μὴ οὐχὶ κἂν ὀλίγα τῆς γραφῆς σῴζειν ῥήματα; ὅλου γὰρ τοῦ σώματος ζῶντος ὡς εἰπεῖν τῆς θείας γραφῆς, ποῖον ηὕρισκε μέλος νεκρὸν κατὰ τὴν αὐτοῦ γνώμην, ἵνα παρεισαγάγῃ ψεῦδος κατὰ τῆς ἀληθείας; ἀλλ' ὡς εἰπεῖν ἐλώβησε καὶ ἀκρωτηριάσας παρέκοψε πολλὰ τῶν μελῶν, κατέσχεν δὲ ἔνιά τινα παρ' ἑαυτῷ. καὶ αὐτὰ δὲ τὰ κατασχεθέντα ἔτι ζῶντα οὐ δύναται νεκροῦσθαι, ἀλλ' ἔχει μὲν τὸ ζωτικὸν τῆς ἐμφάσεως, κἄν τε μυρίως παρ' αὐτῷ κατὰ λεπτὸν ἀποτμηθείη. 14. Ἔτι δὲ μετὰ ταῦτα πάντα ἐπεμνήσθημεν ὡς τινὲς ἀπὸ τῶν αὐτῶν Μαρκιωνιστῶν, εἰς βυθὸν βλασφημίας παραπεπτωκότες καὶ ἀπὸ τῆς ἑαυτῶν δαιμονιώδους διδασκαλίας ἐμβρόντητοι παντάπασι γεγονότες καὶ οὗ ἐδόκουν κυρίου μόνον κἂν δι' ὀνόματος μνημονεύειν 2.184 καὶ αὐτοῦ ἀθυρογλώσσως ἑτέρως τὴν αὐτοῦ θεότητα ἀποστρέφοντες, τὸ ὄνομα τῆς ἄνωθεν γεννήσεως κακίζειν οὐκ ἐντρέπονται. τινὲς γὰρ αὐτῶν τετολμήκασιν, ὡς ἔφην, αὐτὸν τὸν κύριον εἶναι υἱὸν τοῦ πονηροῦ λέγειν οὐκ αἰσχυνόμενοι, ἄλλοι δὲ οὐχί, ἀλλὰ τοῦ κριτοῦ τε καὶ δημιουργοῦ· εὐσπλαγχνότερον δὲ γεγονότα καὶ ἀγαθὸν ὄντα καταλεῖψαι μὲν τὸν ἴδιον αὐτοῦ πατέρα κάτω πῆ μὲν λεγόντων τὸν δημιουργόν, ἄλλων δὲ τὸν πονηρόν, ἄνω δὲ ἀναδεδραμηκέναι πρὸς τὸν ἐν ἀκατονομάστοις τόποις ἀγαθὸν θεὸν καὶ αὐτῷ προσκεκολλῆσθαι· πεμφθέντα δὲ ὑπ' αὐτοῦ εἰς τὸν κόσμον καὶ πρὸς ἀντιδικίαν τοῦ ἰδίου πατρὸς ἐλθόντα τὸν Χριστὸν καὶ καταλῦσαι αὐτοῦ τὰ πάντα ὅσα ὁ κατὰ φύσιν πατὴρ αὐτοῦ ἐνομοθέτει, ἤτοι ὁ λαλήσας ἐν τῷ νόμῳ ἤτοι ὁ τῆς κακίας θεὸς ὁ παρ' αὐτῶν ἐν τῇ τρίτῃ ἀρχῇ ταττόμενος. ἄλλως γὰρ καὶ ἄλλως ἐκτίθενται ὡς ἔφην, ἄλλος μὲν τὸν δημιουργὸν λέγων, ἄλλος δὲ τὸν πονηρόν. 15. Ταῦτα δὲ δῆλα παντί τῳ σύνεσιν κεκτημένῳ ὑπάρχει, ὅτι ἀκαθάρτου πνεύματός ἐστιν ἡ φρόνησις καὶ ἡ διδασκαλία καὶ οὔτε χρεία ἦν περὶ ταύτης τῆς ὑποθέσεως ἀπολογεῖσθαι ἢ ἔλεγχον παριστᾶν καταντικρὺ Μαρκίωνος τοῦ ἑαυτοῦ κατὰ πάντα τὴν ἐπιλησμονὴν τῆς ζωῆς ποιησαμένου. φωραθήσεται γὰρ παρὰ πᾶσι τοῖς συνετοῖς τὸ βλάσφημον αὐτοῦ κενοφώνημα καὶ τολμηρὸν τῆς ἀπωλείας ἐνέργημα. ἀλλ' ἐπειδὴ εἰώθαμεν μὴ ἐᾶν ἀκανθῶν τόπον, ἀλλὰ ἐκτέμνειν τῇ τοῦ θεοῦ μαχαίρᾳ, «τῇ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρῳ καὶ διικνουμένῃ ἄχρι μερισμῶν ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν» κατὰ τὸ γεγραμμένον, ὀλίγα καὶ εἰς τοῦτο εἰπεῖν οὐκ ἀποκνήσομεν. 16. Πρῶτον μὲν γὰρ ὅτι εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος. δύναται γὰρ καὶ ὁ αὐτοῦ πατήρ, εἰ πονηρὸς ὑπάρχει ὅπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι, μεταβληθῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ' αὐτοῦ γεγεννημένος μεταβέβληται. τὸ δὲ ἕτερον· εἰ ὅλως ἦλθεν ὁ μονογενὴς ἀνθρώπους σῶσαι καὶ λῃστὴν εἰσαγαγεῖν εἰς παράδεισον καὶ τελώνην καλέσαι ἀπὸ τελωνίου 2.185 εἰς μετάνοιαν καὶ πόρνην ἀλείφουσαν αὐτοῦ τοὺς πόδας ἰάσασθαι ἀπὸ πορνείας, ἔτι δὲ καὶ ἄλλα ἀγαθὰ πράττει, διότι ἀγαθὸς ὑπάρχει καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, πολλῷ οὖν μᾶλλον ἔδει ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν οἶκτον αὐτοῦ ἀναλαβεῖν καὶ αὐτὸν