211
πρῶτον μεταθεῖναι εἰς τὸ σωτηριῶδες, ἵνα πρῶτον τὸν πατέρα αὐτοῦ μεταβαλὼν τελείως ἐνδείξηται τὴν τελείαν ἀγαθότητα, τὸν πατέρα αὐτοῦ οἰκτείρας, ὡς καὶ γέγραπται «ποιεῖν τὸ ἀγαθὸν πρῶτον εἰς τοὺς οἰκείους τῆς πίστεως», πόσῳ γε μᾶλλον ἐλεᾶν τοὺς ἑαυτῶν πατέρας. Τὸ δὲ ἕτερον ἔτι προστέθεικα τῇ φράσει καὶ τῷ ἐλέγχῳ τῷ πρὸς τὸν Μαρκίωνα, ὅτι εἰ μὲν τοῦ ἑνός ἐστιν υἱὸς καὶ πρὸς τὸν ἕτερον προσέφυγεν, οὐ πιστὸς παραδεχθήσεται παρὰ τῷ ἑτέρῳ. ὁ γὰρ συνείδησιν εἰς τὸν ἴδιον αὐτοῦ πατέρα μὴ φυλάξας οὐδὲ παρὰ τῷ ἑτέρῳ πιστευθήσεται ἀπὸ τῶν παρ' αὐτοῦ προαγόντως πεπραγμένων. ἀλλὰ καὶ ἄλλως πάλιν· ἆρά γε τοῦ ἀγαθοῦ θεοῦ κατηγορήσεις πάλιν, ὦ Μαρκίων, δι' ἀπορίαν τοῦ πεμπομένου μὴ δυνηθέντος σῶσαι τοὺς παρ' αὐτοῦ σῳζομένους καὶ παρ' αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας; εἰ μὴ γὰρ ἀπέφυγε κατὰ τὸν τοῦ Μαρκίωνος λόγον ὁ Χριστὸς πρὸς τὸν ἄνω θεόν, οὐκ ηὐπόρει ὁ ἀγαθὸς θεός τινα ἀποστεῖλαι, εἰ μὴ ἐν προσκρούσει ὁ τοῦ Χριστοῦ πατήρ, ὡς ὁ Μαρκίων λέγει, πρὸς τὸν ἴδιον αὐτοῦ υἱὸν γεγένηται. καὶ ἄλλως δέ· εἰ τοῦ δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ πατρὸς ἔργῳ, πρῶτον μὲν ἐλθὼν εἰς τὸν κόσμον τοὺς ἀνθρώπους πρῶτον εἶχεν ἐξολοθρεῦσαι, ἵνα ἀφανίσῃ τὸ ἔργον τὸ ἀπὸ τοῦ ἰδίου πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς τοῦ πατρὸς διαθέσεως· ἢ πάλιν λαβὼν δύναμιν ἰάσεως καὶ θεραπείας καὶ σωτηρίας ὤφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν καὶ πρῶτον πεῖσαι τὸν πατέρα αὐτοῦ κατ' αὐτὸν γενέσθαι, ἵνα γενόμενος αὑτῷ τε καὶ τῷ αὐτοῦ πατρὶ ἀγαθὸς τῆς πρὸς τοὺς ἀνθρώπους σωτηρίας αἰτία ἡ μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται. ἀλλ' οὐχ οὕτως ἔχει ὡς ὁ τούτου κενοφωνούμενος μυθώδης λόγος *. οὔτε γὰρ τρεῖς ἀρχαὶ οὔτε 2.186 ἄλλος πατὴρ Χριστοῦ οὐδὲ κακίας ἐστὶ γέννημα· μὴ γένοιτο. φησὶ γάρ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι οὐδὲ αὐτὸς ἐν τῷ πατρί. ὁ δὲ κατὰ φύσιν αὐτοῦ πατέρα ἀεὶ ἀγαθὸν καὶ θεὸν ἀεὶ καὶ πάντων δημιουργόν, ἐν αὐτῷ δὲ ὄντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων καὶ ἀληθεύων, κατὰ τοῦ Μαρκίωνος τὴν ἀπειλὴν διεξέρχεται λέγων «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ' αὐτὸν μένει». ἤδη δὲ ἐν πολλαῖς μαρτυρίαις ἐδείξαμεν τὸν ἕνα ὄντα θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγαθὸν ὄντα καὶ ἀγαθὸν γεννήσαντα, ἀγάπην ὄντα καὶ ἀγάπην γεννήσαντα, πηγὴν ὄντα ζωῆς καὶ ζωῆς πηγὴν γεννήσαντα «παρὰ σοὶ γὰρ πηγὴ ζωῆς» φησὶν ἡ γραφή, ἀλήθειαν ὄντα καὶ ἀλήθειαν γεννήσαντα, φῶς ὄντα καὶ φῶς γεννήσαντα, ζωὴν ὄντα καὶ ζωὴν γεννήσαντα ἀνάρχως καὶ ἀιδίως καὶ ἀχρόνως. καὶ ἐλήλεγκται κατὰ πάντα ἡ τοῦ Μαρκίωνος πλάνη. Τούτων τοίνυν οὕτως ἐχόντων καὶ τῆς κατὰ τοῦ ἀπατεῶνος ἀνατροπῆς διὰ πολλῆς καὶ ἀληθινῆς συστάσεως ἐν θεῷ ἡμῖν κατειργασμένης πάλιν ἐπὶ τὰς ἑξῆς, ταύτης τῆς νυνὶ ὡς μεγάλης ἀσπίδος καταπατηθείσης διὰ τοῦ ἀψευδοῦς λόγου τοῦ σωτῆρος τοῦ εἰπόντος «δέδωκα ὑμῖν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου», ἴωμεν καὶ τὰς τῶν ἄλλων ματαιοφροσύνας διασκοπεῖν τε καὶ διελέγχειν ἐπιβαλώμεθα, θεὸν βοηθὸν ἐν ἅπασιν ἐπικαλούμενοι.
Κατὰ Λουκιανιστῶν ˉκˉγ, τῆς δὲ ἀκολουθίας ˉμˉγ.
1. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γεγονὼς τοῦ γέροντος, ὃν δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφί2.187 ζονται· ἦν γὰρ καὶ οὗτος ὁ Λουκιανός, ὁ πρόσφατός φημι, προσανέχων τῇ τῶν Ἀρειανῶν αἱρέσει, περὶ οὗ ὕστερον