212
ἐν τῇ κατ' αὐτῶν ἀνατροπῇ λέξομεν· νῦν δὲ πρὸς τὸν προειρημένον ἀρχαῖον Λουκιανὸν ἀποτείνεται ὁ λόγος. οὗτος γὰρ συνεπόμενος τῷ προειρημένῳ Μαρκίωνι καὶ ἀπὸ τούτου ἀποσχίσας καὶ αὐτὸς ἄθροισμα ἑαυτῷ ποιησάμενος αἱρέσεως προέστη, ἀφ' οὗπερ οἱ Λουκιανισταὶ οἱ ἀρχαῖοι καλούμενοι. κατὰ πάντα μὲν οὖν κατὰ τὸν Μαρκίωνα δογματίζει, κέχρηται δὲ ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος καὶ ἡ περὶ αὐτοῦ ἔμφασις *. ἀρχαίων γὰρ τούτων ὄντων καὶ θᾶττον κατασβεσθέντων δυσχερὴς γεγένηται ἡμῖν, ὡς ἀληθῶς ἔστιν εἰπεῖν, ἡ κατ' αὐτοὺς ἔρευνα. ἃ δὲ ἀπὸ μέρους ἔγνωμεν τῶν αὐτοῦ ἔστι τάδε· μετὰ τὸ συστῆναι δῆθεν ἕτερον μὲν τὸν δημιουργὸν καὶ κριτὴν καὶ δίκαιον, ἕτερον δὲ τὸν ἀγαθὸν ὡσαύτως καὶ ἕτερον τὸν πονηρόν, βούλεται χρῆσθαι καὶ μαρτυρίαις τισὶ κατὰ τὸν Μαρκίωνα κατὰ τὴν αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν γραφῆς, φημὶ δὲ τῷ «μάταιος ὁ δουλεύων κυρίῳ» καὶ τῷ εἰρημένῳ «ἀντέστησαν θεῷ καὶ ἐσώθησαν». τέλεον δὲ οὗτος παρὰ τὴν τοῦ διδασκάλου αὐτοῦ διδασκαλίαν ἀπαρνεῖται τὸν γάμον καὶ ἁγνείαν ἀσκεῖ, οὐ δι' ἁγνείαν ἀλλ' ἵνα ἀθετήσῃ τὰ ἔργα τοῦ δημιουργοῦ, διδάσκων μὴ συνάπτεσθαι γάμῳ-»ἀφ' οὗ γάμος, εὐθηνία» φησί «διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ δημιουργῷ γίνεται»-πρὸς ἀντίθεσιν τῆς τοῦ δημιουργοῦ καὶ κτιστοῦ διὰ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ εὐθηνίας. φωραθή2.188 σεται δὲ ὁ τοιοῦτος καὶ διελεγχθήσεται ἀπὸ μὲν τῆς ἤδη πρὸς τὸν αὐτοῦ ἐπιστάτην ἀντιθέσεως, διὰ πολλῶν ποιησαμένων ἡμῶν τὴν πρὸς αὐτὸν ἀντιλογίαν τε καὶ ἀνατροπήν, ἐν ὁποίαις τε καὶ ὁπόσαις συνᾴδει τὸ εὐαγγέλιον τῇ παλαιᾷ διαθήκῃ, καὶ ὡς αὐτὸς ὁ κύριος ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εἶναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ πατρὸς εἶναι τὴν κτίσιν, ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαιότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τό «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ τὰ ἑξῆς. 2. Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται. εἰ γὰρ καὶ βούλοιτο λέγειν ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ δημιουργοῦ ἐνταῦθα γενομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖται, ἵνα μὴ τῷ δημιουργῷ συμπράξειεν, ὥστε ἀπέχεσθαι παντάπασι τοῦ ἔργου τοῦ δημιουργοῦ, πῶς οὐχὶ ἄλογος αὐτῷ ἡ ὑπόνοια καὶ φωρατὴ καὶ εὐθυέλεγκτος; ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ δημιουργοῦ δημιουργίας καὶ τῶν ἐδωδῶν καὶ τῶν ἀμφίων καὶ τὴν χρῆσιν πομάτων τε καὶ βρωμάτων μέτεισιν ὁ γόης καὶ ὁ ἀγύρτης καὶ ἄλλως οὐ δυνήσεται ἐκφυγεῖν καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι. θεὸς γὰρ ὁ πάντων δεσπότης καὶ δημιουργὸς πάντων ἐπιμελόμενος καὶ ἐπὶ τοὺς πονηροὺς καὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἥλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν καὶ πάντας τρέφει, οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ' αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει μακροθυμῶν καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ τὰ πάντα διοικῶν, ὡς ἔστι πρέπον τῇ αὐτοῦ εἰς πάντας ὠφελείᾳ, ἵν' οἱ μετανοήσαντες τῆς παρ' αὐτοῦ ἀμνηστίας τυχόντες τὸ σωτήριον κτήσοιντο· εἰ δὲ ἐπιμένοιεν ταῖς αὐτῶν βλασφήμοις ὑπονοίαις καὶ ματαιοφροσύναις ταῖς μὴ ἐκ θεοῦ αὐτοῖς δοθείσαις, τὸ τηνικαῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν, τοῦ αὐτεξουσίου μηκέτι αὐτοῖς συμπαραμένοντος, * ἀλλὰ οὔτε διὰ θυμὸν αὐτοῖς τὴν τότε ἐσομένην κρίσιν οὔτε ὡς ἐν ὀργῇ ἐπιφέρων τὰ ἐσόμενα *, -ὅλα γὰρ προεθέσπισε διὰ τὴν οὐκ εἴσω παθῶν 2.189 περιεχομένην αὐτοῦ θεότητα-, ἀλλὰ δι' ἣν ἕκαστος τῶν * ἐπὶ βλάβῃ ἑαυτοῦ τι ἐργαζόμενος ἑαυτῷ παραίτιος γεγένηται *, τοῦ θεοῦ ἀναιτίου ὄντος τῆς καθ' ἡμᾶς παρεκτροπῆς τε καὶ τῆς ἐκ ταύτης καθ' ἡμῶν μελλούσης ἔσεσθαι καταδίκης. Ἐν ἅπασιν οὖν καὶ οὗτος φωραθήσεται, ταῖς πρότερον καὶ μετέπειτα ἐγκαταμιχθεὶς αἱρέσεσιν, ἐκ τοῦ ἀριθμοῦ «τῶν τῆς ἀπωλείας τέκνων» ὑπάρχων,