213
δηλούσης τῆς ἀληθείας καὶ τοῦ φωτὸς τοῦ εὐαγγελίου, φωτεινῶς τὴν πᾶσαν οἰκουμένην καταυγάζοντος καὶ σῴζοντος τοὺς υἱοὺς τῆς ἀληθινῆς πίστεως ἐν ἀληθείᾳ. ὡς οὖν ἐκ συντόμου † σκοποῦ ὄφιν παρακύψαντα διὰ μικροῦ τινος σκεύους ἀνελόντες θανατωθεῖσάν τε ταύτην καταλελοιπότες ἐπὶ τὰς ἑξῆς ἴωμεν κατὰ τὴν ἐπαγγελίαν, τὴν τοῦ θεοῦ συμπαραλαβόντες βοήθειαν εἰς τὸ παραστῆσαι τὴν αὐτοῦ ἀλήθειαν.
Κατὰ Ἀπελληϊανῶν ˉκˉδ, τῆς δὲ ἀκολουθίας ˉμˉδ. 1. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς, οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου ἀποστόλου συνιστώμενος, ἀλλ' ἕτερος ἐξ οὗπερ Ἀπελληϊανοί, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λουκιανοῦ καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος, ὡς ἐκ μιᾶς ῥίζης πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες. ἕτερα δὲ οὗτος 2.190 παρὰ τοὺς ἄλλους βούλεται δογματίζειν καὶ κατὰ μὲν τοῦ ἑαυτοῦ διδασκάλου ὁπλισάμενος ἑαυτὸν καὶ κατὰ τῆς ἀληθείας, εἰς τὸ συναγείρειν ἑαυτῷ καὶ αὐτὸς σχολὴν πεπλανημένων ἀνθρώπων, τὰ τοιαῦτα βούλεται δογματίζειν, φάσκων μὲν ὅτι οὐχ οὕτως, φησί, γεγένηται, ἀλλὰ πεπλάνηται Μαρκίων, ἵνα πανταχόθεν ἑαυτὴν ἐλέγχουσά τε ἡ ἄνοια καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται καὶ καθ' ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθείας ἀεὶ ἑδραίας οὔσης καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης καὶ παρὰ θεῷ τῷ ὄντως ὄντι ἀεὶ συνιστωμένης. Φάσκει γοῦν οὗτος ὁ προειρημένος Ἀπελλῆς καὶ οἱ ἀπ' αὐτοῦ ὅτι οὐκ εἰσὶ τρεῖς ἀρχαὶ οὔτε δύο, ὡς τοῖς περὶ Λουκιανὸν καὶ Μαρκίωνα ἔδοξεν, ἀλλά, φησίν, εἷς ἐστιν ἀγαθὸς θεὸς καὶ μία ἀρχὴ καὶ μία δύναμις ἀκατονόμαστος· ᾧ ἑνὶ θεῷ ἤγουν μιᾷ ἀρχῇ οὐδὲν μεμέ2.191 ληται τῶν ἐνταῦθα ἐν τῷ κόσμῳ τούτῳ γεγενημένων, ἀλλὰ ὁ αὐτὸς ἅγιος ἄνωθεν θεὸς καὶ ἀγαθὸς ἐποίησεν ἕνα ἄλλον θεόν· ὁ δὲ γενόμενος ἄλλος θεὸς ἔκτισε τὰ πάντα, οὐρανὸν καὶ γῆν καὶ πάντα τὰ ἐν τῷ κόσμῳ. ἀπέβη δὲ οὐκ ἀγαθὸς καὶ τὰ ὑπ' αὐτοῦ γενόμενα, φησίν, οὐκ ἀγαθῶς εἰργασμένα, ἀλλὰ κατὰ τὴν αὐτοῦ φαύλην διάνοιαν τὰ ὑπ' αὐτοῦ * ἔκτισται. Τίς δὲ ἀνέξεται τῶν τοιούτων λόγων καὶ οὐ μᾶλλον καταγελάσειε τῆς τοιαύτης ματαιοπονίας; κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται οὐχ ἁρμοδίως πράττων, χρώμενος τῇ τοιαύτῃ ὑπονοίᾳ. καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· λέγε μοι, ὦ οὗτος. δώσεις γάρ, ὦ Ἀπελλῆ, ἢ τὸν θεὸν ἄγνωστον τῶν μελλόντων πεποιηκότα θεὸν ὃν φάσκεις τὰ ποιήματα κακῶς δεδημιουργηκέναι, ἢ προγινώσκοντα μὲν ὅτι τοιοῦτος ὁ ὑπ' αὐτοῦ κτιζόμενος θεὸς ἀποβήσεται, τούτου χάριν αὐτὸν πεποιηκέναι, ἵνα μὴ αἴτιος γένηται τῶν κακῶς ὑπ' αὐτοῦ δεδημιουργημένων. καὶ ἔσται ἐξ ἅπαντος ὁ ἄνω θεὸς αὐτὸς δημιουργός, ποιήσας τὸν ἕνα τὸν τὰ πάντα πεποιηκότα, καὶ ἔσται οὐκέτι αἴτιος ὁ τὰς κτίσεις πεποιηκώς, ἀλλὰ ὁ ἄνω θεὸς ὁ τὸν κτιστὴν ποιήσας καὶ ὢν αὐτὸς τῶν πάντων δημιουργός. Χριστὸν δὲ ἥκειν φησὶν ἐπ' ἐσχάτων τῶν καιρῶν, υἱὸν ὄντα τοῦ ἄνω ἀγαθοῦ θεοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ὡσαύτως ἐπὶ σωτηρίᾳ τῶν εἰς γνῶσιν αὐτοῦ ἐρχομένων, καὶ ἐλθόντα οὐ δοκήσει 2.192 πεφηνέναι, ἀλλὰ ἐν ἀληθείᾳ σάρκα εἰληφέναι, οὐκ ἀπὸ Μαρίας τῆς παρθένου, ἀλλὰ ἀληθινὴν μὲν ἐσχηκέναι τὴν σάρκα καὶ σῶμα, οὔτε δὲ ἀπὸ σπέρματος ἀνδρὸς οὔτε ἀπὸ γυναικὸς παρθένου. ἀλλὰ ἔσχεν μὲν σάρκα ἀληθινήν, τούτῳ δὲ τῷ τρόπῳ· καί, φησίν, ἐν τῷ ἔρχεσθαι ἀπὸ τῶν ἐπουρανίων ἦλθεν εἰς τὴν γῆν καὶ συνήγαγεν ἑαυτῷ ἀπὸ τῶν τεσσάρων στοιχείων σῶμα. καὶ πῶς καὶ οὗτος οὐκ ἐπείγεται εἰς τὸ φωραθῆναι αὐτοῦ τὴν ἀνομίαν ἀκολουθοῦσαν ταῖς τῶν παλαιῶν Ἑλλήνων ποιητῶν περὶ τῆς κενοφωνίας ταύτης δόξαις; φάσκει γὰρ καὶ οὗτος, ὡς ἐκεῖνοι καὶ ἔτι ψυχροτέρως παρ' ἐκείνους