214
λέγων, τὸν σωτῆρα ἑαυτῷ ὑποστήσασθαι τὸ σῶμα. ἀπὸ γὰρ τοῦ ξηροῦ τὸ ξηρὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ὑγροῦ τὸ ὑγρὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ ψυχρὸν λαβὼν καὶ οὕτως πλάσας ἑαυτῷ σῶμα ἀληθινῶς πέφηνεν ἐν κόσμῳ καὶ ἐδίδαξεν ἡμᾶς τὴν ἄνω γνῶσιν, καταφρονεῖν τε τοῦ δημιουργοῦ καὶ ἀρνεῖσθαι αὐτοῦ τὰ ἔργα, ὑποδείξας ἡμῖν ἐν ποίᾳ γραφῇ ποῖά ἐστι τὰ φύσει ἐξ αὐτοῦ εἰρημένα καὶ ποῖά ἐστι τὰ ἀπὸ τοῦ δημιουργοῦ. «οὕτως γάρ, φησίν, ἔφη ἐν τῷ εὐαγγελίῳ, γίνεσθε δόκιμοι τραπεζῖται· χρῶμαι γάρ, φησίν, ἀπὸ πάσης γραφῆς ἀναλέγων τὰ χρήσιμα». 2.193 εἶτα, φησίν, ἔδωκεν ὁ Χριστὸς ἑαυτὸν παθεῖν ἐν αὐτῷ τῷ σώματι καὶ ἐσταυρώθη ἐν ἀληθείᾳ καὶ ἐτάφη ἐν ἀληθείᾳ καὶ ἀνέστη ἐν ἀληθείᾳ καὶ ἔδειξεν αὐτὴν τὴν σάρκα τοῖς ἑαυτοῦ μαθηταῖς. καὶ ἀναλύσας, φησίν, αὐτὴν τὴν ἐνανθρώπησιν ἑαυτοῦ ἀπεμέρισε πάλιν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ἀποδούς, τὸ θερμὸν τῷ θερμῷ, τὸ ψυχρὸν τῷ ψυχρῷ, τὸ ξηρὸν τῷ ξηρῷ, τὸ ὑγρὸν τῷ ὑγρῷ· καὶ οὕτως διαλύσας ἀπ' αὐτοῦ πάλιν τὸ ἔνσαρκον σῶμα ἀνέπτη εἰς τὸν οὐρανόν, ὅθεν καὶ ἧκε. 3. Καὶ ὦ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων, ὡς παντί τῳ σαφὲς εἴη μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων. εἰ γὰρ ὅλως ἔλυεν αὐτὸ τὸ σῶμα ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ' ἀρχῆς αὐτὸ ἑαυτῷ κατεσκεύαζεν; εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως, ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ' ὑμᾶς τοῦ τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ χρείαν ἔχοντος τελειωθῆναι. ἀλλὰ ἀνέστησεν αὐτὸ πάλιν, ἵνα εἰς κάματον ἑαυτὸν μείζονα ἐμβάλοι, ἵνα μηδὲν ὠφελήσῃ, κατασκευάζων καὶ ἐν μνήματι ἀποτιθέμενος καὶ διαλύων καὶ μερίζων ἑκάστῳ τῶν στοιχείων ὅπερ παρ' αὐτοῦ εἴληφεν, ὡς εὐγνώμων χρεωφειλέτης. 2.194 καὶ εἰ ὅλως ἑκάστῳ τὸ ἴδιον ἀπεδίδου, τουτέστιν τὸ ψυχρὸν τῷ 2.194 ψυχρῷ καὶ τὸ θερμὸν τῷ θερμῷ, ἠδύνατο ταῦτα μὴ ὁρᾶσθαι τοῖς μαθηταῖς τοῖς αὐτοῦ, ἀλλ' οὐ μὴν τὸ σῶμα τὸ ξηρόν. πάντως γὰρ τὸ ξηρὸν σῶμά ἐστι, σὰρξ καὶ ὀστέα, καὶ τὸ ὑγρὸν πάντως ἰχῶρές εἰσι καὶ σὰρξ εἰς ὑγρότητα διαλυομένη· ἅτινα πάντως τοῖς ἀποστόλοις φανερώτατα ἀποτιθέμενος ἐσήμανεν, ὡς καὶ τὸ πρῶτον ὅτε ἐθάπτετο τὸ αὐτοῦ σῶμα κατηξιοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ἐντυλίξαι αὐτὸ ἐν σινδόνι καὶ ἀποθέσθαι ἐν μνήματι. ἅμα δὲ καὶ αἱ γυναῖκες εἶχον ἰδεῖν ποῦ κατελείφθη τὰ λείψανα, ἵνα αὐτὰ τιμήσωσι διὰ μύρων καὶ ἀρωμάτων, ὡς τὸ πρῶτον. ἀλλ' οὐδαμοῦ τὸ ψεῦδος ὑμῶν τοῦτο δεδήλωται, ὦ Ἀπελληιανοί, ἀπὸ ἑνὸς τῶν ἁγίων ἀποστόλων· οὐ γὰρ ἔστιν. ἀλλὰ τοὺς μὲν ἀοράτους ὁρατῶς εἶδον δύο ἄνδρας καὶ αὐτὸν εἰς οὐρανὸν ἀνερχόμενον καὶ ὑπὸ νεφέλης φωτεινῆς ὑπολαμβανόμενον, λείψανον δὲ αὐτοῦ οὐδαμοῦ καταλελειμμένον· οὐ γὰρ ἐχρῆν οὐδὲ ἐνεδέχετο. καὶ ψεύδεται Ἀπελλῆς καὶ οἱ ἀπ' αὐτοῦ Ἀπελληιανοί. 4. Τὰ ὅμοια δὲ τῷ ἑαυτοῦ ἐπιστάτῃ Μαρκίωνι περί τε τῆς ἄλλης σαρκὸς καὶ τῶν ἄλλων ὁμοίως ἐδογμάτισεν, φάσκων μὴ εἶναι ἀνάστασιν νεκρῶν, καὶ τὰ ἄλλα ὅσαπερ * ἐπὶ τῆς γῆς, ἔδοξεν ὁμοίως δογματίζειν. ἀνατραπήσεται δὲ ὁ αὐτοῦ λογισμὸς λῆρός τις ὢν καὶ κατὰ πάντα τρόπον πεπλανημένος. οὔτε γὰρ ἰσχύσει σκότος ἔνθα τὸ φῶς παραφαίνεται οὔτε τὸ ψεῦδος σταθήσεται * οὔσης τῆς ἀληθείας. εἰ γὰρ ὅλως κέχρησαι ταῖς γραφαῖς, ὦ Ἀπελλῆ καὶ οἱ ἀπὸ σοῦ Ἀπελληιανοί, ἐξ αὐτῶν τῶν γραφῶν εὑρεθήσεσθε ἐλεγχόμενοι· 2.195 πρῶτον μέν, ὅτι κατ' εἰκόνα θεοῦ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ὁ δὲ ποιήσας ἔφη «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»· ὡς εἴ τις ἀπὸ τῆς σου πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴν ἀλήθειαν, ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ νυκτὸς ἀναστὰς εὕροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ θεοῦ γνώσεως ἡλίου δίκην καὶ ὑπὲρ ἥλιον. φανήσεται γὰρ παντί τῳ