215
τὸν εὔλογον λογισμὸν κεκτημένῳ ὅτι ὁ εἰπών «ποιήσωμεν ἄνθρωπον» ὁ θεός ἐστιν ὁ τῶν ὅλων πατήρ· συγκαλεῖται δὲ μεθ' ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν αὐτῷ θεὸν Λόγον υἱὸν μονογενῆ, ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως γεγεννημένον, ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου υἱοῦ. εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον τουτέστιν καὶ τὸν κόσμον κτίσας, ἄλλος δὲ ὁ ἄνω ἀγαθὸς θεὸς παρ' οὗ κατῆλθεν ὁ Χριστός, οὐκ ἂν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα καὶ ἔπλασε, τὴν εἰκόνα τοῦ δημιουργοῦ εἰς ἑαυτὸν ἀνατυπῶν. ἀλλὰ δῆλον ὅτι αὐτός ἐστιν ὁ δημιουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»· ἀπὸ δὲ τοῦ ἑνὸς ἔργου συσταθήσεται φανερὸς γινόμενος ὁ τεχνίτης ὅτι οὗτός ἐστιν ὁ τότε τὸν ἄνθρωπον πεποιηκώς, πλάσας τε ἐκ γῆς τὸ τοῦ Ἀδὰμ σῶμα καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν. διὸ καὶ ἐμαρτύρησεν ὁ ἅγιος Ἰωάννης ἐν τῷ ἁγίῳ εὐαγγελίῳ λέγων ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» καὶ τὰ ἑξῆς. εἰ δὲ πάντα ἐν αὐτῷ ἐγένετο καὶ ὑπ' αὐτοῦ ἐγένετο, αὐτὸς τότε τὸν Ἀδὰμ ἔπλασε καὶ αὐτὸς πάλιν τὸ σῶμα ἀπὸ Μαρίας τῆς παρθένου εἰς ἑαυτὸν ἀνεπλάσατο καὶ τελείως τὴν πᾶσαν αὐτοῦ ἐνανθρώπησιν συνήνωσε τὴν ὑπ' αὐτοῦ τότε πλασθεῖσαν καὶ νῦν ἐν ἑαυτῷ συνενωθεῖσαν. εἰ δὲ ἀλλοτρίαν ἐργασίαν εἰς ἑαυτὸν ἔλαβε τοῦ κακῶς τὴν πλάσιν πλάσαντος καὶ κακοῦ ὑπάρχοντος κατὰ τὴν σοῦ διδασκαλίαν, καὶ εἰ ὅλως κέχρηται τοῖς κακοῖς ποιήμασιν οἷς ὁ κατὰ σὲ κακὸς ποιητὴς εἰργάσατο, ἄρα ἐπεμίγη τῇ κακίᾳ τοῦ ποιητοῦ χρήσει τε καὶ εὐεργεσίᾳ καὶ τῇ ἰδίᾳ αὐτοῦ εἰκόνι. ἀλλὰ οὐκ ἐνδέχεται. εἰ γὰρ ἐνηνθρώπησεν, οὐ μόνον σάρκα 2.196 εἴληφεν ἀλλὰ καὶ ψυχήν. δῆλον γὰρ ἔσται τοῦτο· ἐπεὶ πόθεν ἔλεγεν «ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν»; τὴν πᾶσαν τοίνυν πραγματείαν ἀναδεξάμενος, τὴν ῥηθεῖσαν ὑπὸ τοῦ δημιουργοῦ εἰκόνα, πᾶσαν † πραγματείαν ἀνεδέξατο, ἐν τῷ σώματι καὶ ψυχῇ ἐλθὼν ὁ Λόγος καὶ ἐν ὁποίοις ἅπασίν ἐστιν ὁ ἄνθρωπος. τούτων δὲ οὕτως τελεσθέντων ἐξ ἅπαντος ἠμαύρωταί σου τὸ δηλητήριον, καὶ ἔπεσέν σου ἡ στάσις ἡ ἀθεμελίωτος, μὴ ἔχουσα πῆξιν ἑδραιώματος ἀληθείας. 5. Εἰ δὲ καὶ ἃ βούλει λαμβάνεις ἀπὸ τῆς θείας γραφῆς καὶ ἃ βούλει καταλιμπάνεις, ἄρα γοῦν κριτὴς προεκάθισας, οὐχ ἑρμηνευτὴς τῶν νόμων ἀλλὰ ἐκλογεὺς τῶν οὐ κατὰ τὸν νοῦν σου γραφέντων, ἀλλὰ ὄντων μὲν ἀληθινῶν παρὰ σοὶ δὲ μεταποιηθέντων ψευδῶς κατὰ τὸν νοῦν τῆς σοῦ ἀπάτης καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων. εἰ δὲ καὶ ὅλως κακὸς ποιητὴς τὰ ἐνταῦθα εἰργάσατο, φημὶ δὲ τὸν κόσμον, τίνος ἕνεκα ἦλθεν ὁ ἀπὸ ἀγαθοῦ πατρὸς εἰς τόνδε τὸν αἰῶνα; καὶ εἰ μὲν ἵνα σώσῃ ἀνθρώπους, ἄρα τῶν ἰδίων ἐπεμελήσατο καὶ οὐκέτι ἄλλος εἴη ὁ δημιουργός· εἰ δὲ οὐ τῶν ἰδίων προενόει, βούλεται δὲ ἐν τοῖς ἀλλοτρίοις ἐπεμβαίνειν καὶ τὰ οὐκ ὄντα αὐτοῦ διασῴζειν, ἢ κόλαξ ἐστὶ τοῖς ἀλλοτρίοις προσλιπαρῶν ἢ κενόδοξος, ἵνα κρείττων τοῦ κτιστοῦ φανῇ πρὸς τὰ ἀλλότρια ἃ διασῴζειν πειρᾶται, τῶν μὴ ἰδίων ἐφιέμενος, καὶ οὐκέτι ἔσται ἀληθινός· ἢ ὅτι μέτριός ἐστι κατὰ σέ, ὦ ἀγύρτα, καὶ μὴ ἔχων κτίσιν ἑαυτοῦ, τὰ ἀλλότρια ἐπιθυμῶν ταῦτα συλᾶν πειρᾶται, ἀπὸ τῶν ἀλλοτρίων ἑαυτῷ περιποιούμενος ψυχὰς τὰς οὐκ οὔσας αὐτοῦ καὶ τοῦ αὐτοῦ πατρός. εἰ δὲ αὐτοῦ μέν εἰσιν αἱ ψυχαὶ καὶ ἄνωθεν ἐλθοῦσαι φαίνονται, ἄρα εἰς ἀγαθὸν κόσμον ἀπεστάλησαν παρὰ τοῦ ἄνωθεν κατὰ σὲ ἀγαθοῦ θεοῦ καὶ οὐκ εἰς πονηρὸν ἔργον. εἰ δὲ ἀπεστάλησαν διά τινα μὲν χρῆσιν ἣν τάχα μυθοποιεῖς, εἰσελθοῦσαι δὲ μετέπεσον εἰς ἑτέραν, τουτέστιν ἵνα δίκαιόν τι πράξωσι, πονηρὸν δὲ εἰργάσαντο, ὀφθήσεται ὁ ἀποστείλας 2.197 αὐτὰς πρόγνωσιν ἂν μὴ ἔχων· ἐπειδὴ γὰρ ἀπέστειλεν αὐτὰς δι' ἕτερον καὶ ἕτερόν τι εὑρέθησαν ἐργασάμεναι. ἢ πάλιν ἐὰν εἴπῃς ὅτι