217
ἔφην καταβάλοι, ἐξέρχεται θυμούμενον αὐτὸ δὴ τὸ δεινὸν μὲν βληχρὸν δὲ σφηκίον· καὶ ἐὰν εὕρῃ πέτραν πλησίον ἢ ξύλον, ἀπὸ τοῦ ἐμπλήσαντος αὐτὸ θυμοῦ ῥοίζῳ μὲν ἐφίσταται καὶ ὁρμᾷ καὶ παίει τὴν πέτραν· καὶ τὴν μὲν πέτραν οὐδὲν ἀδικεῖ ἀλλὰ οὔτε τὸ ξύλον οὔτε μὴν τὸν ἄνθρωπον, κἄν τε 2.199 δάκοι, ἀλλὰ πρὸς ὀδύνην ὀλίγην· οὐδὲν δὲ ἀδικεῖ μάλιστα τὴν πέτραν, ἀλλὰ τὸ μὲν κέντρον ἀπόλλυσι καὶ οὕτω φθείρεται, ἡ δὲ πέτρα οὐδὲν ἀδικηθήσεται ὑπὸ τοῦ τοιούτου. οὕτω καὶ αὕτη ἡ σφηκιώδης ζωπύρου δίκην μικρὰν ἔχουσα τὴν περιωδυνίαν ἀνατραπήσεται, τῇ πέτρᾳ συντυχοῦσα τουτέστιν τῇ ἀληθείᾳ καὶ τὸ κέντρον ἀπολέσασα. ταύτην δὲ διελθὼν ἐπὶ τὰς ἑτέρας πάλιν βαδιοῦμαι, κατὰ τὴν τοῦ θεοῦ ἐλπίδα πιστεύων ὅτι τὸ ἐπάγγελμα ἐν θεῷ πληρωθήσεται.
Κατὰ Σευηριανῶν ˉκˉε, τῆς δὲ ἀκολουθίας ˉμˉε.
1. Τούτων καθεξῆς Σευῆρος ἕπεται, ἤτοι σύγχρονος ἤτοι περὶ τὸν χρόνον *· οὐκ ἔχω γὰρ περὶ τοῦ χρόνου αὐτοῦ ἀσφαλῶς λέγειν, πλὴν σύνεγγυς ἀλλήλων ἦσαν. ὅμως δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα διηγήσομαι. Σευῆρός τις ἀνέστη, ἐξ οὗπερ οἱ Σευηριανοὶ καλούμενοι, καθεξῆς συνεπόμενος τῷ προειρημένῳ Ἀπελλῇ. τὰ δὲ παρ' αὐτῷ μυθολογήματα ταῦτά ἐστιν ἅτινα μέλλω λέγειν. βούλεται δὲ καὶ αὐτὸς ἀρχαῖς τε καὶ ἐξουσίαις προσάπτειν τὴν καθ' ἡμᾶς κτίσιν, εἶναί τε ἐν ἀκατονομάστῳ τινὶ ἀνωτάτῳ τε οὐρανῷ καὶ αἰῶνι ἀγαθόν τινα θεόν. τὸν δὲ διάβολον υἱὸν εἶναι φάσκει τοῦ μεγάλου ἄρχοντος τῆς τῶν ἐξουσιῶν τάξεως, ᾧ ὄνομα τίθεται πῆ μὲν Ἰαλδαβαώθ, πῆ δὲ Σαβαώθ· τοῦτον δὲ γεννηθέντα ἐξ αὐτοῦ εἶναι ὄφιν. ἀπὸ δὲ τῆς 2.200 ἄνω δυνάμεως καταβεβλῆσθαι εἰς τὴν γῆν καὶ κατεληλυθότα ὀφιείκελον ὄντα εἰς οἶστρον ἐληλακέναι καὶ τῇ γῇ μεμίχθαι ὥσπερ γυναικί, καὶ ἀπ' αὐτοῦ τὸ σπέρμα ἀποσπερματίσαντος τῆς γονῆς τὴν ἄμπελον βεβλαστηκέναι. διὸ δὴ μυθολογῶν εἰς παράστασιν τῆς αὐτῶν ληρῳδίας τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς βούλεται ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα. εἶναι δὲ καὶ τοὺς ῥᾶγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας εἴτουν σταγόνας, διὰ τὸ κυκλοειδὲς ἢ τὸ μείουρον καὶ διαμφὲς ἑκάστου ῥωγὸς στρογγυλώσεως. τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος καὶ πῆ μὲν εἰς θέλξιν ἀφροδισίων ἄγειν, πῆ δὲ εἰς οἶστρον ἐγείρειν, ἠδ' αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. ὅθεν ἀπέχονται οἴνου παντελῶς οἱ τοιοῦτοι. 2. Φάσκουσι δὲ καὶ τὴν γυναῖκα εἶναι ἔργον τοῦ Σατανᾶ, καθάπερ καὶ οἱ Ἀρχοντικοὶ τοῦτο ἔφασαν. διὸ τοὺς γάμῳ πλησιάζοντας τοῦ Σατανᾶ τὸ ἔργον πληροῦν λέγουσιν. ἀλλὰ καὶ τοῦ ἀνθρώπου τὸ μὲν ἥμισυ εἶναι τοῦ θεοῦ, τὸ δὲ ἥμισυ τοῦ διαβόλου. ἀπ' ὀμφαλοῦ γὰρ καὶ ἀνωτάτω εἶναι τῆς τοῦ θεοῦ δυνάμεως λέγει τὴν πλάσιν, ἀπὸ δὲ ὀμφαλοῦ καὶ κατωτάτω τῆς πονηρᾶς ἐξουσίας τὴν πλάσιν. διόπερ φησὶ πάντα τὰ καθ' ἡδονὴν καὶ οἶστρον καὶ ἐπιθυμίαν ἀπ' ὀμφαλοῦ καὶ κατωτάτω γίνεσθαι. ἀλλὰ καὶ αἱ ἄλλαι αἱρέσεις τοῦτο ἔφασαν εἶναι. 3. Ὅθεν καὶ οὗτος ἁλίσκεται κατὰ πάντα τρόπον τοῖς ἄλλοις ἐπακολουθῶν ἀγύρταις τοῖς τὰ δηλητήρια τῷ βίῳ κατασκευάσασιν. ἀνατραπήσεται γὰρ ῥᾳδίως· οὐ γὰρ παμπόλλου ἐπιδεηθήσεται καμάτου ἡ πρὸς αὐτὸν ἀνατροπή. ὅλον γὰρ τὸ σῶμα συγκεκερασμένον τοῖς καλῶς ἐν αὐτῷ γεγονόσιν ἐκ θεοῦ, φημὶ δὲ ὀρέξεσιν οὐ δι' ἀτοπίαν ἐκ θεοῦ γενομέναις ἀλλὰ διὰ χρῆσιν ἀγαθὴν καὶ ἀναγκαίας χρείας τάξιν λέγω δὲ τὸ ὀρέγεσθαι ὕπνου βρωτῶν πόματος ἐνδύσεως καὶ τῶν ἄλλων πάντων τῶν εἰς τὰ