218
ἴδια καὶ θεῷ εὐάρεστα ἡμῖν συμβαινόντων, ὡς καὶ αὐτὴν τὴν ὄρεξιν τῆς κατὰ τὸ σῶμα ἐπιθυμίας οὐκ ἄτοπον οὖσαν παραστήσαιμ' ἄν. ἔστιν γὰρ πρὸς παιδοποιίαν ἐν σεμνότητι δοθεῖσα καὶ εἰς δόξαν τοῦ ποιήσαντος τὰ πάντα, καθάπερ τῇ γῇ τὰ σπέρματα εἰς ἐπίχυσιν πλήθους τῶν ὑπὸ θεοῦ κεκτισμένων καλῶν γεννημάτων, * δέ φημι καὶ ἀκροδρύων, οὕτως καὶ τῇ ἀνθρωπότητι εἰς τὸ πληρῶσαι τό «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν». 4. Κέχρηνται δὲ οἱ τοιοῦτοι καὶ ἀποκρύφοις τισίν, ὡς καὶ ἀκηκόαμεν, ἀλλὰ καὶ ἐν μέρει ταῖς ῥηταῖς βίβλοις, λεξιθηροῦντες ἐκεῖνα μόνα, ἅτινα κατὰ τὸν νοῦν αὐτῶν παραπλέκοντες ἑτέρως μεταχειρίζονται. οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται οὔτε ἐξ ὄφεως ἔσχε τὴν σποράν, ὡς παντί τῳ δῆλόν ἐστι. πῶς γὰρ εἴη τοῦτο, αὐτοῦ τοῦ κυρίου ἐπιμαρτυροῦντος καὶ λέγοντος ὅτι «οὐ μὴ πίω αὐτὸ ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»; καὶ ἐπειδὴ ἡ ἀλήθεια τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρόγνωσιν θεοῦ τῶν ἐπιφερομένων κακῶν εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους, πανταχοῦ προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι· ὡς διαρρήδην αὐτός 2.202 που ὁ κύριος εἰς ἔλεγχον τοῦ ἐλεεινοῦ καὶ πεπλανημένου Σευήρου φάσκει, αὐτὸς ἑαυτὸν τὴν ἄμπελον λέγων «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή». εἰ δὲ ὅλως ψεκτὸν ἦν τὸ τῆς ἀμπέλου ὄνομα, οὐκ ἂν τοῦ ὀνόματος εἰς ἑαυτὸν ἐποιεῖτο τὴν ὁμοιότητα. ἀλλὰ καὶ οἱ ἀπόστολοί φασιν ἐν τῇ διατάξει τῇ καλουμένῃ ὅτι «φυτεία θεοῦ καὶ ἀμπελὼν ἡ καθολικὴ ἐκκλησία»· ἀλλὰ καὶ αὐτὸς ὁ κύριος πάλιν ἐν τῷ εὐαγγελίῳ ποιούμενος τὴν τοῦ ἀμπελῶνος παραβολήν, ὅτι «ἀνήρ τις οἰκοδεσπότης εἶχεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἔπεμψε ζητῶν καρπὸν καὶ οὐκ ἔδωκαν», ἀλλὰ καὶ πάλιν «ἀνήρ τις οἰκοδεσπότης ἔχων ἀμπελῶνα ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην»· ὡς ἐξ ἅπαντος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸ τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δι' ὀλίγου σπινθῆρος ἡ αὐτοῦ ἀφάντωσις τῆς ἀνατροπῆς γενήσεται. συντόμως δὲ κέχρημαι τῇ αἱρέσει διὰ τὸ ἤδη ἐξειπεῖν ὅτι εὐάλωτος ὑπάρχουσα οὐ πολλῆς δεῖται ἐργασίας πρὸς σύστασιν τῆς κατ' αὐτῆς ἀληθείας· μάλιστα δὲ ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινάς, ἀλλ' ἢ ἄρα σπανίους ἐν τοῖς ἀνωτάτω μέρεσιν. Ἀπὸ ταύτης δὲ παρελθόντες, ὥσπερ σκορπίον δεινὸν καταπατήσαντες ἀθρόως, τὰς ἑξῆς διασκοπήσωμεν, θεοῦ τὴν δύναμιν ἐπικαλούμενοι εἰς βοήθειαν τοῦ τε τὸ ἀληθὲς εἰπεῖν καὶ τοῦ αὐτὸν ἐμὲ μὴ βλάπτεσθαι, μάλιστα περὶ τῆς τοιαύτης δεινῆς καὶ ὀλετηρίου τῶν δογμάτων μέλλοντα ὑποφαίνειν κακοτροπίας.
Κατὰ Τατιανῶν ˉκˉ, τῆς δὲ ἀκολουθίας ˉμˉ. 1. Τατιανός τις ἀνέστη τούτους διαδεξάμενος ἤτοι κατὰ τοὺς αὐτῶν χρόνους ὢν ἢ μετ' αὐτοὺς πάλιν τὴν ἑαυτοῦ τῆς κενοφωνίας 2.203 διδασκαλίαν προστησάμενος. καὶ τὰ μὲν πρῶτα, οἷα δὴ ἀπὸ Ἑλλήνων ὁρμώμενος καὶ τῆς τῶν Ἑλλήνων παιδείας ὑπάρχων, συνακμάζει Ἰουστίνῳ τῷ φιλοσόφῳ, ἀνδρὶ ἁγίῳ καὶ φίλῳ θεοῦ, τῷ ἀπὸ Σαμαρειτῶν εἰς Χριστὸν πεπιστευκότι. οὗτος γὰρ ὁ Ἰουστῖνος Σαμαρείτης ἦν τὸ γένος, εἰς Χριστὸν δὲ πεπιστευκὼς καὶ μεγάλως ἐξασκηθεὶς ἀρετῆς τε βίον ἐνδειξάμενος τὸ τέλος ὑπὲρ Χριστοῦ μαρτυρήσας τελείου στεφάνου καταξιοῦται ἐπὶ τῆς Ῥωμαίων ἐπὶ Ῥουστικοῦ ἡγεμόνος καὶ Ἀδριανοῦ βασιλέως, ἐτῶντριάκοντα ὑπάρχων ἐν καθεστώσῃ