219
ἡλικίᾳ. τούτῳ ὁ προειρημένος Τατιανὸς συνακμάσας τὰ πρῶτα καλῶς φερόμενος καὶ τῇ πίστει ἐρρωμένος ἐτύγχανεν, ὅσον ἦν σὺν τῷ ἁγίῳ Ἰουστίνῳ τῷ μάρτυρι. ὅτε δὲ ἐτελεύτα Ἰουστῖνος ὁ ἅγιος, ὥσπερ τυφλὸς χειραγωγούμενος 2.204 ὃς ὑπὸ τοῦ χειραγωγοῦ καταλειφθείη καὶ καταλειφθεὶς ἐπὶ κρημνὸν ἑαυτὸν ἐκδοὺς διὰ τὴν προσοῦσαν αὐτῷ τύφλωσιν καταφέρεται ἀνεπισχέτως, ἕως εἰς θάνατον κατενεχθείη, οὕτω καὶ αὐτός. Καὶ ἦν μὲν Σύρος τὸ γένος, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα γνῶσις περιέχει· τὸ δὲ αὐτοῦ διδασκαλεῖον προεστήσατο ἀπ' ἀρχῆς μὲν ἐν τῇ Μέσῃ τῶν ποταμῶν, ὡς περὶ τὸ δωδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς Καίσαρος ἐπικληθέντος. ἀπὸ Ῥώμης γὰρ μετὰ τὴν τοῦ ἁγίου Ἰουστίνου τελείωσιν διελθὼν ἐπὶ τὰ τῆς ἀνατολῆς μέρη καὶ ἐκεῖσε διατρίβων, κακῇ διανοίᾳ περιπεσὼν αἰῶνάς τινας κατὰ τοὺς μύθους Οὐαλεντίνου καὶ ἀρχάς τινας καὶ προβολὰς καὶ αὐτὸς εἰσηγήσατο. τὸ δὲ πλεῖστον τοῦ αὐτοῦ κηρύγματος ἀπὸ Ἀντιοχείας τῆς πρὸς ∆άφνην καὶ ἐπὶ τὰ τῶν Κιλίκων μέρη, ἐπὶ πλεῖον δὲ ἐν τῇ Πισιδίᾳ ἐκράτυνεν· ἀπὸ τούτου γὰρ κατὰ διαδοχὴν οἱ Ἐγκρατῖται λεγόμενοι τοῦ ἰοῦ μετεσχηκότες ὑπάρχουσι. λέγεται δὲ τὸ διὰ 2.205 τεσσάρων εὐαγγέλιον ὑπ' αὐτοῦ γεγενῆσθαι, ὅπερ κατὰ Ἑβραίους τινὲς καλοῦσι. 2. Τὰ αὐτὰ δὲ ταῖς παλαιαῖς αἱρέσεσι καὶ οὗτος δογματίζει. καὶ πρῶτον μὲν φάσκει μὴ σῴζεσθαι τὸν Ἀδάμ. ἐγκράτειαν δὲ οὗτος κηρύττει, τὸν δὲ γάμον πορνείαν καὶ φθορὰν ἡγεῖται, φάσκων μηδὲν διαλλάττειν πορνείας τὸν γάμον, ἀλλὰ τὸ αὐτὸ εἶναι. ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ ἐγκρατητικοῦ ἤθους κυβευτικὴν ἔσχε τὴν ἀγωγήν, ὡς λύκος ἅρπαξ ἐνδυόμενος προβάτου κώδιον καὶ πλανῶν τῷ προσκαίρῳ προσχήματι τοὺς ἀπατωμένους. μυστηρίοις δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας ἐκκλησίας, ὕδατι δὲ μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς μυστηρίοις. 2.206 Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρόπον, ἀσύστατον ἔχων τὸ κήρυγμα ἤδη δὲ καὶ οὗτος κατασβεσθεὶς οἶμαι ἔληξε καὶ τὸ αὐτοῦ διδασκαλεῖον. πόθεν γὰρ οὐκ ἐλεγχθήσεται ὁ τοιοῦτος; πρῶτον μὲν γὰρ κατὰ τὰ ἄνω ἡμῖν προδεδηλωμένα καὶ πρὸς τὰς οὕτω φασκούσας αἱρέσεις *, ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννητικὰς τῶν κατὰ διαδοχὴν γεννωμένων. αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία, ἅτε ἐκ τῆς μιᾶς ὑπάρχουσαι ἐκ τῆς οὔσης μιᾶς τῆς αἰτίας τῶν πασῶν, εὑρεθήσονται· καὶ οὐκέτι πολλαὶ ἀρχαὶ ἀλλ' ἢ μία ἡ τούτων αἰτία γεγονυῖα, καὶ ἀναχθήσεται τὰ πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία * καὶ οὐκ ἀλήθεια, οὐδὲ τὴν πιθανολογίαν δυναμένη ἔχειν. μωρὸν γὰρ τὸ ὅλον κήρυγμα. καὶ εἰ ὁ Ἀδὰμ οὐ σῴζεται, τὸ φύραμα, οὐδέ τι τῶν ἀπὸ τοῦ φυράματος σῴζεται. εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα ἕξει σωτηρίαν; 3. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ' ἑαυτοῦ λέγων. φάσκει γὰρ τὸν γάμον εἶναι οὐκ ἐκ τοῦ θεοῦ, ἀλλὰ πορνείαν εἶναι αὐτὸν καὶ μύσος· καὶ ἑαυτὸν ἀπὸ γάμου ὑπάρχοντα καὶ ἐκ γυναικὸς γεγεννημένον καὶ ἐκ σπορᾶς ἀνδρὸς ἡγεῖται σῴζεσθαι. ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν. εἰ γὰρ οὗτος ἐκ γάμου ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δἂν θέλοι τρόπῳ λέγειν. εἰ δὲ συσταίη ὁ κατ' αὐτὸν λόγος ὅτι ἀθέμιτός ἐστιν ὁ γάμος, ἄρα μᾶλλον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ γάμου ὁρμώμενος, ἀλλὰ ἐν χειρὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πεπλασμένος κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ τοῦ ἁγίου πατρὸς πρὸς τὸν υἱὸν ὅτι «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». πῶς δὲ οὐ σῴζεται ὁ Ἀδὰμ ὁ παρὰ σοὶ ἀπελπιζόμενος, ὁπότε αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλθὼν εἰς τὸν κόσμον νεκροὺς μετὰ τὴν τελευτὴν ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας 2.207 καὶ τὴν θυγατέρα τοῦ