221
ἐκεῖ τὸ κρανίον ηὕρηται καὶ ἐκεῖ τὸ λείψανον ἐναπέκειτο, τούτου ἕνεκα Κρανίου τόπος ἐπεκέκλητο· ἐφ' οὗ σταυρωθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τοῦ ῥεύσαντος ἀπ' αὐτοῦ ὕδατος καὶ αἵματος διὰ τῆς νυχθείσης αὐτοῦ πλευρᾶς αἰνιγματωδῶς ἔδειξε τὴν ἡμῶν σωτηρίαν, ἀπὸ τῆς ἀρχῆς τοῦ φυράματος ἀρξάμενος ῥαντίζειν τὰ λείψανα τοῦ προπάτορος, ἵνα καὶ ἡμῖν ὑποδείξῃ τὸν ῥαντισμὸν τοῦ αὐτοῦ αἵματος, εἰς κάθαρσιν τῆς ἡμῶν κοινώσεως καὶ ψυχῆς μετανοούσης καὶ εἰς ὑπόδειγμα φυράσεως καὶ καθαρμοῦ ῥύπου τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενον, τὸ ἐκχυθὲν ὕδωρ ἐπὶ τὸν ὑποκείμενον τῷ τόπῳ καὶ τεθαμμένον εἰς ἐλπίδα αὐτοῦ τε καὶ ἡμῶν τῶν ἐξ αὐτοῦ γεγεννημένων. διὸ καὶ ἐνταῦθα ἐπληροῦτο τὸ εἰρημένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός». εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις καὶ τῶν καθευδόντων ἐν βάθει ὕπνου τῆς ἀγνωσίας, ἀλλ' οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως * περιέχει τὸν τρόπον. καὶ οὐχ ἁπλῶς οὐδὲ ἀργῶς· «ἀνέστη», γάρ φησι, 2.210 «πολλὰ σώματα τῶν ἁγίων», ὡς ἔχει τὸ εὐαγγέλιον, «καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν» καὶ οὐκ εἶπεν, ἀνέστησαν ψυχαὶ τῶν ἁγίων, ἀλλὰ σώματα φύσει τῶν ἁγίων καὶ εἰσῆλθον μετ' αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν καὶ τὰ ἑξῆς. Πανταχόθεν τοίνυν ἀποκρουσάμενοι τοῦ κώνωπος τούτου τὰ δήγματα δι' ἐλαίου τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ κυρίου ἡμῶν ἐνδημίας καὶ φωτὸς τοῦ εὐαγγελίου τῆς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ τὸ εἰωθὸς πάλιν προσελθεῖν ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.
2.215 Κατὰ Ἐγκρατιτῶν ˉκˉζ, τῆς δὲ ἀκολουθίας ˉμˉζ. 1. Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ' αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαυτοὺς ἐκδεδωκότες. πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἔν τε τῇ Πισιδίᾳ καὶ ἐν τῇ Φρυγίᾳ τῇ κεκαυμένῃ οὕτω καλουμένῃ. ἴσως γὰρ κατὰ θεοῦ οἰκονομίαν καὶ οὕτως ἡ πατρὶς τοὔνομα εἴληφε καλεῖσθαι ἐν τῷ κόσμῳ διὰ τὸ κεκαῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφῆς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης· πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χώρῳ. εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας καὶ ἐν τῇ Ἰσαύρων καὶ Παμφύλων καὶ Κιλίκων γῇ καὶ ἐν Γαλατίᾳ· ἤδη δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων κατὰ μέρος, ἀλλὰ καὶ ἐπὶ τῆς Ἀντιοχέων τῆς Συρίας, οὐ πάντῃ δέ, * ἡ τοιαύτη αἵρεσις. Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι τήν τε τοῦ διαβόλου 2.216 δύναμιν ἀντικειμένην πρὸς τὰ τοῦ θεοῦ ποιήματα, καὶ μὴ ὑποτασσομένου θεῷ, ἀλλὰ ἰσχύοντος καὶ πράττοντος ὡς κατὰ ἰδίαν ἐξουσίαν καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενομένου· οὐ γὰρ κατὰ τὴν ἐκκλησίαν λέγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα. κέχρηνται δὲ γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι καὶ Θωμᾶ καὶ ἀποκρύφοις τισὶ καὶ οἷς βούλονται λόγοις τῆς παλαιᾶς διαθήκης. τὸν δὲ γάμον σαφῶς τοῦ διαβόλου ὁρίζονται· ἔμψυχα δὲ βδελύσσονται, ἀπαγορεύοντες οὐχ ἕνεκεν ἐγκρατείας οὔτε πολιτείας, ἀλλὰ κατὰ φόβον καὶ ἰνδαλμὸν τοῦ μὴ καταδικασθῆναι ἀπὸ τῆς τῶν ἐμψύχων μεταλήψεως. κέχρηνται δὲ καὶ αὐτοὶ μυστηρίοις δι' ὕδατος· οἶνον δὲ ὅλως οὐ μεταλαμβάνουσι, φάσκοντες εἶναι διαβολικὸν καὶ τοὺς πίνοντας καὶ τοὺς χρωμένους ἀνόμους εἶναι καὶ ἁμαρτάδας. πιστεύουσι δὲ καὶ νεκρῶν ἀνάστασιν, ὡς εἶναι παρὰ τοῖς οὕτω πεπλανημένοις τὰ πάντα μανίας ἔμπλεα. καὶ γὰρ ἔστιν ἰδεῖν καὶ θαυμάσαι καὶ εἰς ἔκπληξιν ἐλθεῖν 2.217 τὸν συνετὸν ἄνθρωπον περὶ πάντων ὁτιοῦν ὧν οἱ ἀλλότριοι λέγουσί τε καὶ πράττουσιν, ἀσυστάτως τῶν πάντων παρ' αὐτοῖς λεγομένων τε καὶ γινομένων καὶ μηδεμίαν ἔμφασιν ἀληθείας ἐπιδεχομένων.