222
2. Εἰ γὰρ κέχρηνται παλαιᾷ καὶ νέᾳ διαθήκῃ, πῶς ἀρχαὶ διάφοροι εὑρεθήσονται, τῶν δύο διαθηκῶν συμφωνουσῶν περὶ μιᾶς * θεότητος τὴν γνῶσιν κηρυττουσῶν; εἰ δὲ καὶ νεκρῶν εἴη ἀνάστασις, πῶς ἔτι ὁ σεμνὸς γάμος τοῦ διαβόλου εὑρεθήσεται; ὁπότε θεὸς λέγει «αὐξάνεσθε καὶ πληθύνεσθε», καὶ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ λέγοντος «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω» καὶ τοῦ ἀποστόλου φάσκοντος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». ἀλλὰ ἐλεγχόμενοι βλασφημοῦσι τοῦτον μεθυστὴν καλοῦντες, εἰς ἑαυτῶν δὲ γνώμην καὶ παράστασιν μυθολογίας κατὰ τῶν πινόντων τὸν οἶνον ἐπιλαμβάνονταί τινα θηρολεκτοῦντες καί φασιν ἐκ τοῦ πονηροῦ τὸ τοιοῦτον εἶδος εἶναι· «ἔπιε, γάρ φησι, Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἐγυμνώθη, καὶ Λώτ, φησί, μεθυσθεὶς θυγατράσιν ἰδίαις κατὰ ἄγνοιαν συνεμίγη καὶ διὰ μέθης γέγονεν ἡ μοσχοποιία· καί φησιν ἡ γραφή· τίνι θόρυβος; τίνι μάχαι; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν χρονιζόντων ἐν οἴνοις, οὐ τῶν ἐξιχνευόντων ποῦ πότοι γίνονται;» καὶ ἄλλα τινὰ τοιαῦτα ἐξιχνεύοντες συσσωρεύουσι διὰ τὴν ἑαυτῶν πιθανότητα, οὐκ εἰδότες ὅτι πᾶν τὸ ἄμετρον πανταχῇ λυπηρὸν καὶ ἔξω τοῦ προκειμένου ἀπηγορευμένον ὑπάρχει. καὶ γὰρ οὐ μόνον ἐπὶ οἴνῳ τοῦτο εἴποιμ' ἄν, ἀλλὰ καὶ ἐπὶ πάσῃ ἀπληστίᾳ. τοῦτο γὰρ καὶ ὁ κύριος ἐδίδασκε φάσκων «μὴ βαρυνέσθωσαν, φησίν, ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς» καὶ τό «εἰ ἀπληστότερος εἶ, 2.218 μὴ ἐπιθύμει τῶν τοῦ πλουσίου βρωμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». περισσοτέρως δὲ ὁ ἅγιος ἀπόστολος ἀπλήστους καὶ ἀδηφάγους ἐκκόπτων λαιμάργοις ἐπιθυμίαις ἐπαρώμενος ἔφη «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει». ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι' ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ ἕψεμα πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι. καὶ ὡς ἐκεῖνος δι' οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας μᾶλλον ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία. 3. Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργαζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι καὶ γυναῖκας πανταχόθεν ἀπατῶντες, γυναιξὶ δὲ συνοδεύοντες καὶ συνδιαιτώμενοι καὶ ἐξυπηρετούμενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, «μόρφωσιν μόνον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι». οἵου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκεν διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. ὅθεν τὰ παρ' αὐτοῖς μυστήρια δι' ὕδατος μόνον γίνεται, οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν τὰ ψευδῆ γινόμενα. ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέος τοῦ σωτῆρος λόγου τοῦ λέγοντος «οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τούτου τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ' ὑμῶν». Πάλιν οὖν ταύτην παρωσάμενοι χειρὶ κραταιᾷ τῆς ἀληθείας ὡς κνώδαλον ὀδυνηρὸν ὀδόντων ἀφῃρημένον ἐπὶ τὰς ἑξῆς ἴωμεν, συνήθως τὸν θεὸν τῶν ὅλων ἐπικαλούμενοι ὁδηγόν τε καὶ ἀμυντῆρα τῶν δεινῶν, ἐπίκουρόν τε τῆς φρονήσεως δότην τε ὄντα αὐτὸν τῆς σοφίας, ἵν' ἡμεῖς παρ' αὐτοῦ τἀληθῆ μανθάνοντες τὰς τῶν ἄλλων * ἀποκαλύπτειν δυνηθείημεν καὶ τὴν κατ' αὐτῶν ἀντίδοτον ἰατρικὴν ἐκ 2.219 πολλῶν μυρεψικῶν εἰδῶν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας κατασκευάσαι, τοῖς ἤδη πεπληγμένοις εἰς ἴασιν καὶ τοῖς ἐντυγχάνουσιν εἰς θεραπείαν καὶ τοῖς μέλλουσι γινώσκειν ἃ μὴ ᾔδεισαν εἰς παθῶν προκατάληψιν καὶ ἡμῖν εἰς σωτηρίαν καὶ θεοῦ