223
μισθὸν ἀφθόνως δωρηθησόμενον.
Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν ˉκˉη, τῆς δὲ ἀκολουθίας ˉμˉη.
1. Ἀπὸ τούτων ἑτέρα πάλιν αἵρεσις ἀνακύπτει τῶν Φρυγῶν καλουμένη, σύγχρονος γενομένη τούτοις καὶ αὐτοὺς διαδεχομένη. οὗτοι γὰρ γεγόνασι περὶ τὸ ἐννεακαιδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς τοῦ μετὰ Ἀδριανόν, καὶ ὁ Μαρκίων δὲ καὶ οἱ περὶ Τατιανὸν καὶ οἱ ἀπ' αὐτοῦ διαδεξάμενοι Ἐγκρατῖται ἐν χρόνοις Ἀδριανοῦ καὶ μετὰ Ἀδριανόν. Οὗτοι γὰρ οἱ κατὰ Φρύγας καλούμενοι δέχονται καὶ αὐτοὶ πᾶσαν γραφὴν παλαιᾶς καὶ νέας διαθήκης καὶ νεκρῶν ἀνάστασιν ὁμοίως 2.220 λέγουσι, Μοντανὸν δέ τινα προφήτην αὐχοῦσιν ἔχειν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν προφήτιδας· οἷς προσέχοντες τὸν νοῦν ἐξετράπησαν. περὶ δὲ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοίως φρονοῦσι τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, ἀπέσχισαν δὲ ἑαυτούς, «προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων», λέγοντες ὅτι «δεῖ ἡμᾶς, φησί, καὶ τὰ χαρίσματα δέχεσθαι». καὶ ἡ ἁγία δὲ τοῦ θεοῦ ἐκκλησία ὁμοίως τὰ χαρίσματα δέχεται, ἀλλὰ τὰ ὄντως χαρίσματα καὶ ἤδη ἐν ἁγίᾳ θεοῦ ἐκκλησίᾳ διὰ πνεύματος ἁγίου δεδοκιμασμένα παρά τε 2.221 προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ κυρίου, φάσκοντος τοῦ ἀποστόλου Ἰωάννου ἐν τῇ ἐπιστολῇ ὅτι «δοκιμάζετε τὰ πνεύματα, εἰ ἔστιν ἐκ τοῦ θεοῦ» καὶ πάλιν δὲ λέγοντος ὅτι «ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν· ἀλλ' ἵνα γνωσθῶσιν ὅτι οὐκ ἦσαν ἐξ ἡμῶν. τούτου χάριν γράφω ὑμῖν, τεκνία» καὶ τὰ ἑξῆς. ἀληθῶς οὖν οὗτοι οὐκ εἰσὶν ἐξ αὐτῶν τῶν ἁγίων. ἐξέβησαν γὰρ τῇ αὐτῶν φιλονεικίᾳ, προσανέχοντες καὶ πνεύμασι πλάνης καὶ μυθολογίαις. 2. Ἰδοὺ γὰρ ἐξ αὐτῆς τῆς ὑποθέσεως ἐλέγχονται μὴ δυνάμενοι πληροῦν τὰ ὑπ' αὐτῶν ἐν φιλονεικίᾳ ὑπισχνούμενα. εἰ γὰρ δεῖ χαρίσματα δέχεσθαι καὶ δεῖ εἶναι ἐν ἐκκλησίᾳ χαρίσματα, πῶς οὐκέτι μετὰ Μοντανὸν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν ἔχουσι προφήτας; ἆρα ἤργησεν ἡ χάρις; οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ ἐκκλησίᾳ· μὴ γένοιτο. εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες καὶ * οὐκέτι προφητεύουσιν, ἄρα οὔτε Πρίσκιλλα οὔτε Μαξίμιλλα προεφήτευσαν, * μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ δοκιμασθείσας. κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτῶν ἄνοια· ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξίμιλλαν, ἵνα μὴ ἀργήσῃ ἡ παρ' αὐτοῖς λεγομένη χάρις, ἢ οἱ περὶ Μαξίμιλλαν ψευδοπροφῆται εὑρεθήσονται, μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ ἁγίου πνεύματος, ἀλλ' ἀπὸ πλάνης δαιμονίων ἐνθουσιασθῆναι καὶ φαντασιάσαι τοὺς ἀκούοντας αὐτῶν. Καὶ ὅρα πῶς ἐξ αὐτῶν τῶν παρ' αὐτοῖς λεγομένων ὁ ἔλεγχος πρὸς αὐτοὺς ῥηθήσεται. φάσκει γὰρ ἡ λεγομένη παρ' αὐτοῖς Μαξί2.222 μιλλα ἡ προφῆτις ὅτι, φησί «μετ' ἐμὲ προφήτης οὐκέτι ἔσται, ἀλλὰ συντέλεια». ἰδοὺ δὲ ἐκ πανταχόθεν φαίνεται τὸ ἅγιον πνεῦμα καὶ τὰ πνεύματα τῆς πλάνης· ὅσα γὰρ οἱ προφῆται εἰρήκασι καὶ μετὰ συνέσεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθη τὰ παρ' αὐτῶν εἰρημένα καὶ ἔτι πληροῦται. αὕτη δὲ εἶπε μετ' αὐτὴν εἶναι συντέλειαν, καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομένων καὶ τοσούτου χρόνου ὑπερβεβηκότος. ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἐλάσσω διακόσια † ἐνενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ ὀγδόου