224
Γρατιανοῦ βασιλείας, καὶ οὔπω ἡ συντέλεια κατὰ τὴν αὐχήσασαν ἑαυτὴν προφήτιδα, μὴ γνοῦσαν μηδὲ τὴν ἡμέραν τῆς αὑτῆς τελευτῆς. καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἐν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ' ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάνδρας εὑρεθέντες παρελκυσθῆναί τε καὶ οὕτως ἀπολέσθαι, μὴ κρατοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἑαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν. εἰ γὰρ λέγει Μαξίμιλλα ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι παρ' αὐτοῖς τὸ χάρισμα καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. εἰ δὲ ἕως αὐτῆς 2.223 μένει τὸ χάρισμα, ὡς προεῖπον ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαρισμάτων. 3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκλησίαν καὶ ἐπλήρωσεν ἐν αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως τῶν ἐκ πνεύματος χαρισμάτων ἑκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον. τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες». συγκρίνοντες γὰρ τὰ παρ' αὐτῶν εἰρημένα καὶ τὰ κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφητευμένα δοκιμάσωμεν, ποία ὄντως προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία. ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πιστὸς ἐν οἴκῳ ὁ βλέπων * ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ διαθήκῃ. «ὅρασις, γάρ φησιν, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης»· «εἶδον τὸν κύριον, φησί, καθεζόμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ εἶδον Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἤκουσα κυρίου λέγοντος πρός με· βάδιζε, εἰπὸν τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε». καὶ ἀκούσας παρὰ τοῦ κυρίου ἐλθὼν πρὸς τὸν λαὸν ἔφη «τάδε λέγει 2.224 κύριος». οὐχ ὁρᾷς ὅτι παρακολουθοῦντος ὁ λόγος καὶ οὐκ ἐξισταμένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο; ὡσαύτως δὲ καὶ Ἰεζεκιὴλ ὁ προφήτης ἀκούων παρὰ κυρίου ὅτι «ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας», ἔλεγε «μηδαμῶς, κύριε· οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». γινώσκων γὰρ τὴν δι' ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ κυρίου, καὶ οὐχ ὡς ἐν ἐκστάσει διανοίας φερόμενος ἐπεβάλλετο τοῦτο πράττειν, ἀλλὰ ἠξίου, ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε «μηδαμῶς, κύριε». ταῦτα γὰρ τῶν ἀληθῶς προφητῶν, ἐν ἁγίῳ πνεύματι ἐρρωμένην ἐχόντων τὴν διάνοιαν, καὶ ἡ διδασκαλία καὶ ἡ διαλογή. πῶς δὲ ∆ανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμπλεως καὶ τοῖς φρονήμασι παρακολουθῶν, ὃς τὰ αἰνίγματα τῷ Ναβουχοδονόσορ ἐπέλυσε καὶ ἃ ἐκεῖνος δι' ὀνειράτων ἐθεάσατο καὶ ἀπέστη ἀπ' αὐτοῦ τοῦ ἑωρακότος, οὗτος ὑπεμίμνῃσκε καὶ τὴν ἐπίλυσιν εὐθὺς ἐπέφερεν ἐρρωμένῃ καταστάσει καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμένους. ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες φανοῦνται οὔτε παρακολουθίαν λόγου ἔχοντες. λοξὰ γὰρ τὰ παρ' αὐτῶν ῥήματα καὶ σκαληνὰ καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα. 4. Εὐθὺς γὰρ ὁ Μοντανός φησιν «ἰδού, ὁ ἄνθρωπος ὡσεὶ λύρα κἀγὼ ἐφίπταμαι