226
ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν περὶ τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως. καὶ ἐφράσαμεν δι' ἣν αἰτίαν ἐκεῖ παρὰ κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή, ὅτι διὰ τὴν τοῦ θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται εἰς τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν ἐν τῷ βίῳ χρειωδῶν πραγμάτων· ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἔκστασιν κέκληκε διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι' ἣν ἔμελλε λαμβάνειν πλευρὰν ἀπ' αὐτοῦ καὶ πλάσσειν αὐτῷ αὐτὴν εἰς γυναῖκα. ἀλλὰ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν καὶ διανοημάτων. εὐθὺς γὰρ ἀναστὰς ἐπέγνω καὶ εἶπε «τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή». καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν 2.228 ἐν ὕπνῳ, λέγων ὅτι «ὀστοῦν ἐκ τῶν ὀστῶν μου»· καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος αὐτοῦ ἠρμένην· καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν. 7. Εἰ δὲ καὶ περὶ τοῦ «ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» λεκτέον, ἑτέρα πάλιν αὐτοῦ ἡ δύναμις, οὐχ ὃν τρόπον * τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ μὴ γένοιτο, ἀλλὰ ὑπερθαυμάζοντος καὶ διανοουμένου ὑπὲρ τὸν κατὰ τὴν συνήθειαν λογισμὸν περὶ τῶν ἀσυμμέτρως ὁρωμένων τε καὶ πραττομένων· ἐπειδὴ γὰρ ἐθαύμασεν ὁ προφήτης καὶ διὰ θαυμασμὸν ἐνταῦθα λέγει. γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λογισμῶν. γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλὰ ὁρῶν ἀντὶ τῆς καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τὰ τοῖς ἀνθρώποις ὁρώμενα· «εἶδε γὰρ ὀθόνην καθιεμένην τέσσαρσιν ἀρχαῖς δεδεμένην, καὶ πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ τοῦ οὐρανοῦ τὰ πετεινὰ ἐν αὐτῇ». ὅρα δὲ ὅτι παρηκολούθει καὶ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν τό «ἀναστὰς θῦσον καὶ φάγε», οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον «μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». καὶ ∆αυὶδ δὲ ὁ ἅγιος εἶπεν ὅτι «εἶπον ἐγώ· πᾶς ἄνθρωπος ψεύστης». ὁ δὲ λέγων «εἶπον ἐγώ» ἰδίᾳ ἔλεγεν, καὶ περὶ 2.229 τῶν ἀνθρώπων ὅτι, ἔλεγε, ψεύδονται· ἄρα αὐτὸς οὐκ ἐψεύδετο, ἐκπληττόμενος δὲ καὶ θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὰ αὐτῷ παρὰ τοῦ κυρίου κεκηρυγμένα ἐθαύμαζε καθ' ὑπερβολὴν καὶ ὁρῶν πάντα ἄνθρωπον ἐνδεόμενον τοῦ ἐλέους τοῦ θεοῦ μόνῳ κυρίῳ τὸ ἀληθεύειν ἐπέδωκε, πάντα δὲ ἄνθρωπον ὑπὸ ἐπιτίμιον ἔγνω, ἵνα δείξῃ τὸ ἀληθινὸν πνεῦμα, τὸ ἐν προφήταις λαλῆσαν καὶ τὰ βάθη αὐτοῖς ἀποκαλύψαν τῆς τοῦ θεοῦ γνώσεως ἀκριβείας. ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν ἀλλὰ ἐν ἐκστάσει φόβου. ἔβλεπεν γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου δύσιν * καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐρρωμένῃ ἔλεγον, ὡς ὁ Μωυσῆς φησιν «ἔμφοβός εἰμι καὶ ἔντρομος». ἔγνω δὲ Ἀβραὰμ τὰ ὑπὸ τοῦ κυρίου λεγόμενα· «γινώσκων, γάρ φησι, γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ ἔτη τετρακόσια». καὶ ὁρᾷς ὡς ἔστιν ἰδεῖν τὰ πάντα ἐν ἀληθείᾳ παρὰ τοῖς προφήταις εἰρημένα καὶ ἐν ἐρρωμένῃ διανοίᾳ καὶ σώφρονι λογισμῷ, καὶ οὐκ ἐν παραπληξίᾳ. 8. Εἰ δὲ καὶ πάλιν θελήσουσι λέγειν ὅτι «οὐχ ὅμοια τὰ πρῶτα χαρίσματα τοῖς ἐσχάτοις», πόθεν τοῦτο ἔχουσι δεῖξαι; ὁμοίως γὰρ ἀλλήλοις οἱ ἅγιοι προφῆται καὶ οἱ