227
ἅγιοι ἀπόστολοι προεφήτευσαν. πρῶτον μὲν οὖν ἀνερχομένου τοῦ σωτῆρος εἰς τὸν οὐρανὸν 2.230 οἱ ἰδόντες τοὺς δύο τοὺς ἐν ἐσθήσεσι λευκαῖς οὐκ ἐν παραπληξίᾳ ὁρῶσιν, ἀλλὰ ἤκουον ἐρρωμένῃ τῇ διανοίᾳ ὅτι «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται» καὶ τὰ ἑξῆς. εἶτα δὲ καὶ Πέτρος, ὡς ἔφην, ὁρῶν καὶ ἀκούων καὶ ἀποκρινόμενος καὶ λέγων «μηδαμῶς, κύριε», εὐσταθῶν ἦν τῇ διανοίᾳ. Ἄγαβος γὰρ προφητεύων ἔλεγεν καὶ μετὰ σχήματος θαυμαστοῦ αἰνιττόμενος, λαβὼν τὴν ζώνην τοῦ Παύλου καὶ δήσας τοῖς ἰδίοις ποσὶν φησίν «οὗτος οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσιν αὐτὸν καὶ ἀποίσουσιν εἰς Ἱερουσαλήμ». ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται καὶ κατήγγελλον λιμὸν ἔσεσθαι καθ' ὅλης τῆς οἰκουμένης. καὶ οὐ διέπεσεν ὁ τούτων λόγος· ἀλλ' ἵνα δείξῃ αὐτοὺς ἀληθεῖς προφήτας, ἡ γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα «ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος». Παῦλος δὲ ὁ ἁγιώτατος ἀπόστολος προφητεύων ἔλεγε «τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί» καὶ τὰ ἑξῆς, καὶ πάλιν ἄλλοτε ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν ἡμῖν τοῖς μετὰ εὐχαριστίας λαμβάνουσιν». ὡς σαφῶς τοῦτο ἐφ' ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται, ἐξ αὐτῶν τῶν προκειμένων δῆλον· αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τὸ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος καὶ βραβείων καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ ταῦτα τὰ ὑπὸ τοῦ κυρίου γεγενημένα ἡγούμενοι. 9. Ἡ δὲ ἁγία ἐκκλησία καὶ παρθενίαν δοξάζει καὶ μονότητα καὶ ἁγνείαν καὶ χηροσύνην ἐπαινεῖ καὶ γάμον σεμνὸν τιμᾷ καὶ δέχεται, πορνείαν δὲ καὶ μοιχείαν καὶ ἀσέλγειαν ἀπαγορεύει, ὅθεν ἰδεῖν ἔστιν 2.231 τὸν χαρακτῆρα τῆς ἁγίας καθολικῆς ἐκκλησίας καὶ τοὺς παραπεποιημένους τῶν ἄλλων τρόπους, ὡς καὶ τὸν δοκιμάσαντα ἀποδιδράσκειν ἀπὸ πάσης πλάνης καὶ σκολιᾶς ὁδοῦ καὶ τρίβου ἀνάντου διακειμένης. ἔφην γὰρ ἄνω ὡς ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου προείρηται καὶ πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς καὶ τὸν χαρακτῆρα τῆς ἁγίας ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης ἔφη, ὡς τολμηρῶς τὰ ἐκ θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περὶ τῶν κωλυόντων γαμεῖν καὶ ἀπέχεσθαι βρωμάτων. καὶ γὰρ συμμετρίᾳ τινὶ * ὁ θεὸς Λόγος ἐν τῷ εὐαγγελίῳ φήσας «θέλεις τέλειος γενέσθαι;», συγγνωμονῶν τῇ τῶν ἀνθρώπων πλάσει καὶ ἀσθενείᾳ χαίρει μὲν ἐπὶ τοῖς τὰ δοκίμια τῆς θεοσεβείας δυναμένοις ἐνδείκνυσθαι καὶ παρθενίαν ἀσκεῖν αἱρουμένοις καὶ ἁγνείαν καὶ ἐγκράτειαν, τὴν δὲ μονογαμίαν τιμᾷ· εἰ καὶ μάλιστα τὰ χαρίσματα τῆς ἱερωσύνης διὰ τῶν ἀπὸ μονογαμίας ἐγκρατευομένων καὶ τῶν ἐν παρθενίᾳ διατελούντων τῷ κόσμῳ προδιετύπου, ὡς καὶ οἱ αὐτοῦ ἀπόστολοι τὸν ἐκκλησιαστικὸν κανόνα τῆς ἱερωσύνης εὐτάκτως καὶ ὁσίως διετάξαντο. εἰ δέ τις κατὰ ἀσθένειαν ἐπιδεηθείη μετὰ τὴν τελευτὴν τῆς ἰδίας γαμετῆς συναφθῆναι δευτέρῳ γάμῳ, οὐκ ἀπαγορεύει τοῦτο ὁ κανὼν τῆς ἀληθείας, τουτέστιν τὸν μὴ ὄντα ἱερέα. οὗτοι δὲ κωλύουσι κατὰ τὸ εἰρημένον «κωλυόντων γαμεῖν»· ἐκβάλλουσι γὰρ τὸν δευτέρῳ γάμῳ συναφθέντα καὶ ἀναγκάζουσι μὴ δευτέρῳ γάμῳ συνάπτεσθαι. ἡμεῖς δὲ οὐκ ἀνάγκην ἐπιτιθέαμεν, ἀλλὰ παραινοῦμεν μετὰ συμβου2.232 λίας ἀγαθῆς προτρεπόμενοι τὸν δυνάμενον, οὐκ ἀνάγκην δὲ ἐπιτιθέαμεν τῷ μὴ δυναμένῳ, ἀλλὰ οὐδὲ ἐκβάλλομεν αὐτὸν ἀπὸ τῆς ζωῆς. ὁ γὰρ ἅγιος λόγος πάντῃ ἐκήρυξε τὴν ἀσθένειαν τῶν ἀσθενούντων βαστάζειν, ὡς καὶ ὁ ἅγιος ἀπόστολος εὐθὺς εὑρεθήσεται λέγων καὶ ἐλέγχων τοὺς τοιούτους * μὴ ὄντας τοῦ αὐτοῦ χαρίσματος ὅτι «νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ