228
γαμεῖν θέλουσιν, ἔχουσαι τὸ κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». αἱ γὰρ ἐπαγγειλάμεναι καὶ ἀθετήσασαι ἔχουσι κρίμα, αἱ δὲ μὴ ἐπαγγειλάμεναι, ἀλλὰ συναφθεῖσαι δι' ἀσθένειαν κρίμα οὐχ ἕξουσιν. εἰ δὲ κρίμα ἔμελλον ἔχειν, πῶς ἔλεγε «γαμείτωσαν, οἰκοδεσποτείτωσαν;» 10. Πᾶς τοίνυν προφητεύων παρακολουθῶν εὑρίσκεται, κἄν τε ἐν τῇ παλαιᾷ διαθήκῃ κἄν τε ἐν τῇ καινῇ, ὡς καὶ ὁ ἅγιος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔλεγε «τάδε ἀπεκάλυψε κύριος τοῖς αὐτοῦ δούλοις διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου» καί «τάδε λέγει κύριος». ὁ ταῦτα δὲ λέγων ἐρρωμένην εἶχε τὴν διάνοιαν καὶ παρηκολούθει, ἰδοὺ τοίνυν * «τάδε λέγει κύριος» καί «ὅρασις ἣν εἶδεν». ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἑαυτὸν εἶναι προφήτην καὶ πλανήσας τοὺς ὑπ' αὐτοῦ πεπλανημένους ἀσύστατα κατὰ τῆς θείας γραφῆς διηγεῖται. λέγει γὰρ ἐν τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ «τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σῳζόμενον; λάμψει γὰρ φησίν ὁ δίκαιος ὑπὲρ τὸν ἥλιον ἑκατονταπλασίονα, οἱ δὲ μικροὶ ἐν ὑμῖν σῳζόμενοι λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν 2.233 σελήνην». ὁ δὲ κύριος ἐλέγχει τὸν τοιοῦτον, ὁ ἔχων τὴν ἐξουσίαν χαρίσασθαι τὸ λάμπειν τὰ πρόσωπα τῶν ἁγίων καὶ φαιδρύνας τὸ πρόσωπον τοῦ Μωυσέως καὶ μεταβάλλων τοὺς ἁγίους αὐτοῦ ἐν τῇ μελλούσῃ ἀναστάσει τῶν σωμάτων, τοὺς σπειρομένους ἐν ἀτιμίᾳ καὶ ἐγειρομένους ἐν δόξῃ, οὐκ ἄλλα σώματα παρὰ τὰ ὄντα, ἀλλὰ αὐτὰ τὰ ὄντα ἐγειρόμενα ὅλα, λαμβάνοντα δὲ δόξαν παρ' αὐτοῦ μετὰ τὴν ἀνάστασιν παρὰ τοῦ τὴν δόξαν ἀφθόνως παρέχοντος τοῖς ἑαυτοῦ ἁγίοις, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν δοῦναι καὶ χαρίσασθαι ὡς θεὸς καὶ κύριος. ἔχων δὲ τοῦ χαρίσασθαι ἐξουσίαν οὐκ ἐπηγγείλατο κατὰ τὸν Μοντανόν, ἀλλά φησι «λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος». εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν καὶ ἀληθῶς ὑπάρχων δεσπότης καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν, πῶς ὁ Μοντανὸς ἐπαγγέλλεται περισσότερον ἑκατονταπλασίονα; εἰ μὴ ἄρα ὅμοιος εἴη ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς περὶ τὸν Ἀδὰμ ὅτι ἔσεσθε ὡς θεοὶ φήσαντι καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι. 11. Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μοντανὸς οὕτως λέγων «ἐγὼ κύριος ὁ θεὸς ὁ παντοκράτωρ καταγινόμενος ἐν ἀνθρώπῳ». ἄρα γοῦν καλῶς ἡμᾶς ἡ θεία γραφὴ ἐπασφαλίζεται καὶ ἡ ἀκολουθία τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, νουθετοῦσα ἡμᾶς, ἵνα γινώσκωμεν ποῖά ἐστι τὰ μιμηλὰ τοῦ ἀλλοτρίου πνεύματος καὶ τὰ ἀντίθετα πρὸς τὴν 2.234 ἀλήθειαν. ὅτε γὰρ εὐθὺς τοῦτο εἶπε Μοντανός, ὑπόνοιαν ἡμῖν δέδωκεν ἀναμνησθῆναι τὰ ὑπὸ τοῦ κυρίου εἰρημένα. οὕτως γάρ φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με. ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον». ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη τῷ νουνεχῶς ἐντυγχάνοντι. εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας αὐτὸς καὶ ἡ κατ' αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων ἀπέστη. τίς τοίνυν τολμήσειε παρακολουθῶν τούτους προφήτας καλεῖν καὶ μὴ μᾶλλον πλάνους εἶναι φήσειεν τοὺς τοιούτους; Χριστὸς γὰρ ἡμᾶς ἐδίδαξε λέγων ὅτι «τὸ πνεῦμα τὸ παράκλητον ἀποστέλλω ὑμῖν» καὶ τὰ σημεῖα διδοὺς ἔλεγεν ὅτι «ἐκεῖνός με δοξάσει» ὡς τὰ ἀληθῆ ἔστιν ἰδεῖν ὅτι οἱ ἅγιοι ἀπόστολοι τὸ παράκλητον πνεῦμα λαβόντες κύριον ἐδόξασαν, οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάζει· ὁ κύριος τὸν πατέρα αὐτοῦ ἐδόξασε καὶ ὁ κύριος πάλιν ὁ Χριστὸς τὸ πνεῦμα ἐδόξασε, λέγων αὐτὸ πνεῦμα ἀληθείας, Μοντανὸς δὲ ἑαυτὸν δοξάζει μόνον καὶ λέγει εἶναι πατέρα παντοκράτορα καὶ