229
τὸ ἐν αὐτῷ ἐνοικῆσαν *, ἵνα πανταχόθεν δειχθῇ οὐκ αὐτὸς ὢν οὐδὲ ὑπ' ἐκείνου ἀπεσταλμένος οὐδὲ παρ' αὐτοῦ λαμβάνων. «ἐν τῷ γὰρ κυρίῳ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς» καί «ἀπὸ τοῦ πληρώματος αὐτοῦ πάντες οἱ προφῆται εἰλήφασι» κατὰ τὸν τοῦ ἁγίου Ἰωάννου λόγον. καὶ ὅρα πῶς πάντες οἱ παλαιοὶ Χριστὸν κατήγγελλον καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν καὶ αὐτὸν ὡμολόγησαν, Μοντανὸς δὲ εἰσέφρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ' αὐτοῦ ἀπέσταλται οὔτε παρ' αὐτοῦ τι εἴληφεν. 2.235 Εἶτα πάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπάριον Μοντανὸς ὅτι «οὔτε ἄγγελος οὔτε πρέσβυς, ἀλλ' ἐγὼ κύριος ὁ θεὸς πατὴρ ἦλθον». ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὤν, Χριστὸν μὴ δοξάζων, ὃν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν ἐν ἀληθείᾳ ἐδόξασεν. εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ «μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἧσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει» κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ' ἑαυτὸν καὶ πατέρα λέγει. 12. Πῶς τοίνυν, ὦ Φρύγες ἡμῖν πάλιν ἐπαναστάντες πολέμιοι καὶ μεμορφωμένοι εἰς Χριστιανικὴν ἐπίκλησιν, βαρβάρων δὲ ἐπανῃρημένοι μάχην καὶ τῶν Τρῴων καὶ Φρυγῶν μιμούμενοι τὸ πολέμιον, πῶς πεισθῶμεν ὑμῖν λέγουσι διὰ χαρίσματα ἀφεστάναι τῆς ἐκκλησίας; οὐκέτι γὰρ χαρίσματα εἴη τὰ ἀλλότρια χαρισμάτων ὄντα καὶ παρὰ τὸν χαρακτῆρα τὸν ὑπὸ κυρίου ὑπισχνούμενον, ὡς οἱ καθ' ὑμᾶς προφῆται λέγουσιν. εἰσάγετε δὲ ἡμῖν πάλιν καὶ Μαξίμιλλαν· καὶ γὰρ καὶ τὰ ὀνόματα ὑμῶν διηλλαγμένα καὶ φοβερώτατα καὶ οὔτε προσηνές τι καὶ γλυκύτατον ἔχοντα, ἀλλὰ ἄγριόν τι καὶ βαρβαρικόν. εὐθὺς γὰρ αὕτη ἡ Μαξίμιλλα ἡ παρὰ τοῖς τοιούτοις κατὰ Φρύγας οὕτω καλουμένοις-ἀκούσατε, ὦ παῖδες Χριστοῦ, τί λέγει· «ἐμοῦ μὴ ἀκούσητε, ἀλλὰ Χριστοῦ ἀκούσατε». καὶ ἐν οἷς ἔδοξε Χριστὸν δοξάζειν πεπλάνηται. εἰ γὰρ ἦν τοῦ Χριστοῦ, ἔλεγεν ἂν κατὰ τοὺς ἁγίους ἀποστόλους ὡς ἕκαστος αὐτῶν λέγει, Πέτρος μὲν πρῶτος λέγων ὅτι «ἡμεῖς παρ' αὐτοῦ ἠκούσαμεν» καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος «ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει» καὶ τοῦ Παύλου λέγοντος «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». αὕτη δὲ ἀληθεύει ψευδομένη, καὶ μὴ βουλομένη. καλῶς γὰρ λέγει φάσκουσα μὴ αὐτῆς ἀκούειν, ἀλλὰ Χριστοῦ. πολλάκις γὰρ τὰ ἀκάθαρτα πνεύματα ἀναγκάζεται 2.236 ἑαυτὰ καθαιρεῖν, ὡς οὐκ ὄντα τῆς ἀληθείας, καὶ ὑποφαίνειν τὸν κύριον αὐτῶν, θέλοντα καὶ μὴ θέλοντα, δι' ἀνάγκην· ὡς ἡ παιδίσκη ἡ ἔχουσα πνεῦμα Πύθωνος ἔλεγεν «οὗτοι οἱ ἄνθρωποι τοῦ θεοῦ δοῦλοι τοῦ ὑψίστου εἰσί», καὶ τό «τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ», οὕτως καὶ αὕτη ἀναγκαζομένη ἔλεγεν αὐτῆς μὴ ἀκούειν ἀλλὰ Χριστοῦ. πῶς οὖν τοῦτο οἱ παρ' αὐτῆς ἀκηκοότες καὶ αὐτῇ πεπιστευκότες βούλονται αὐτῆς ἀκούειν, παρ' αὐτῆς μαθόντες μὴ αὐτῆς ἀκούειν ἀλλὰ κυρίου; καὶ γὰρ ἀληθῶς ἐπίγεια φθεγγομένης αὐτῆς, εἰ παρῆν αὐτοῖς σύνεσις, οὐκ ἔδει αὐτὴν ἀκούεσθαι. καὶ μὴ λέγε ὅτι παρηκολούθει. οὐ γὰρ παρακολουθοῦντός ἐστιν τὸ διδάσκειν καὶ ἑαυτὸν ἀνατρέπειν. εἰ γὰρ ὅλως λέγει «μὴ ἀκούετέ μου», ποῖον ἦν τὸ πνεῦμα τὸ λαλοῦν ἐν αὐτῇ; εἰ γὰρ αὐτὴ ἔλεγεν ᾗ ἄνθρωπος, ἄρα οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. ἡ γὰρ λέγουσα «μὴ ἀκούετέ μου» δῆλον ὅτι τὸ ἀνθρώπινον ἔλεγε καὶ οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. εἰ δὲ μὴ οὖσα ἐν πνεύματι ἁγίῳ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, οὐδὲν ἐγίνωσκε καὶ οὐκ ἦν ἄρα προφῆτις, μὴ ἔχουσα πνεῦμα ἅγιον, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο. εἰ δὲ πνεύματι ἁγίῳ ἐλάλει καὶ ἐπροφήτευε, ποῖον ἦν ἄρα τὸ πνεῦμα τὸ ἅγιον τὸ λέγον «ἐμοῦ μὴ ἀκούετε;» καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις καὶ μέγας ἐστὶν ὁ τοῦ θεοῦ