230
λόγος, ὁ κατὰ πάντα τρόπον ἡμᾶς συνετίζων εἰς τὸ εἰδέναι ἡμᾶς ποῖα τὰ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου λελαλημένα, πῆ μὲν ἐκ προσώπου πατρός, πῆ δὲ ἐκ προσώπου τοῦ υἱοῦ, πῆ δὲ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος. καὶ εἰ τὸ ἐν Μαξιμίλλῃ πνεῦμα πνεῦμα ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα· «ἓν γάρ ἐστι τὸ ἅγιον πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». εἰ δὲ ἔχει ἐξουσίαν διαιρεῖν ὡς βούλεται, λέγεται δὲ πνεῦμα γνώσεως καὶ πνεῦμα εὐσεβείας καὶ λέγεται πνεῦμα Χριστοῦ εἶναι καὶ πνεῦμα πατρός, τὸ ἐκ 2.237 τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὄν, ἄρα οὐκ ἔλεγε «μὴ ἀκούετέ μου». τὰ γὰρ Χριστοῦ τὸ πνεῦμα ἐλάλει καὶ ὁ Χριστὸς τὸ πνεῦμα ἀποστέλλει καὶ ἐν πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια, καὶ ὁ υἱὸς τὰ τοῦ πατρὸς λέγει καὶ ὁ πατὴρ τὸν υἱὸν ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν καὶ δοξάσωσι, καθὼς δοξάζουσι τὸν πατέρα. καὶ διέπεσε κατὰ πάντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας. 13. Φάσκει δὲ πάλιν ἡ αὐτὴ Μαξίμιλλα, ἡ τῆς παρακολουθίας γνῶσις καὶ διδασκαλία, ἵνα καὶ χλευαστικῶς εἴπω, ὅτι «ἀπέστειλέ με κύριος τούτου τοῦ πόνου καὶ τῆς συνθήκης καὶ τῆς ἐπαγγελίας αἱρετιστὴν μηνυτὴν ἑρμηνευτήν, ἠναγκασμένον, θέλοντα καὶ μὴ θέλοντα, γνωθεῖν γνῶσιν θεοῦ». σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βάσιν καὶ τὴν ὁδὸν τοῦ φωτός, ὦ ἀγαπητοί, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγων τοῦ δι' ἐναντίας καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος. ὅρα γὰρ ἐνταῦθα τὸν οὕτω λαλήσαντα, ἠναγκασμένον ἑαυτὸν ἀποφήναντα, οὐχ ἑκουσίᾳ γνώμῃ. ὁ δὲ κύριος ἡμῶν οὐκ ἄκων ἦλθεν εἰς τὸν 2.238 κόσμον οὐδὲ μετὰ ἀνάγκης ὑπὸ πατρὸς ἀπεστάλη, ἀλλὰ ἅμα σὺν πατρὶ ἔχων τὸ θέλειν καὶ σὺν ἁγίῳ πνεύματι τὸ παρέχειν· καὶ ὡς αὐτὸς ἅμα σὺν πατρὶ τὸ θέλειν ἔχει καὶ τὸ οὐχὶ μετὰ ἀνάγκης καὶ τὴν χάριν πᾶσι διδόναι, ἀλλὰ δι' ὑπερβολὴν φιλανθρωπίας, οὕτω καὶ οὓς ἐκάλεσε μετὰ προαιρέσεως κέκληκεν, οὐκ ἀνάγκην ἐπιβάλλων, οὐ κλοιὸν ἐπιτιθέμενος. φάσκει γὰρ ὅτι «οἱ διψῶντες ἔλθατε πρός με» καὶ πάλιν «εἴ τις θέλει ἔρχεσθαι πρός με, ἀρνησάσθω ἑαυτὸν καὶ ἀκολουθείτω μοι» καὶ διὰ Ἠσαΐου τὸ αὐτὸ φθεγγόμενος ἔλεγεν «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου» καὶ ὕστερον, ἵνα δείξῃ ὁ προφήτης ὅτι τίς ἐστιν ὁ λέγων, ἔφη «τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». καὶ ὁρᾷς κατὰ πάντα τρόπον τὴν πρὸς τὸ θεῖον γράμμα τούτων διαφωνίαν καὶ τὴν ἀλλοίαν ὑπόνοιάν τε καὶ ὑπόληψιν παρὰ τὴν τοῦ θεοῦ πίστιν καὶ ἀκολουθίαν; καὶ γὰρ καὶ Μαξίμιλλα τοὺς θέλοντας καὶ μὴ θέλοντας ἔλεγεν ἀναγκάζειν, ὡς καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ ψεύσεται ἡ τοιαύτη. οὔτε γὰρ θέλοντας ἐδίδαξε γνῶσιν θεοῦ ἣν οὐκ ᾔδει οὐδὲ τοὺς μὴ θέλοντας ἠνάγκασεν. αὐτίκα γοῦν οὐ πάντες οἱ ἐν τῷ κόσμῳ οἴδασι τί ἔστιν ὄνομα Μαξιμίλλης οὐδὲ τῶν αὐτῆς λόγων τὸ παράφθεγμα. καὶ κατὰ πάντα τρόπον διέπεσεν ἡ τούτων πεπλανημένη ἐπίνοια, οὐκ οὖσα τῆς τοῦ θεοῦ ἀληθείας. 14. Τιμῶσι δὲ οἱ τοιοῦτοι καὶ τόπον τινὰ ἔρημον ἐν τῇ Φρυγίᾳ, 2.239 Πέπουζάν ποτε καλουμένην πόλιν, νῦν δὲ ἠδαφισμένην, καί φασιν ἐκεῖσε κατιέναι τὴν ἄνωθεν Ἱερουσαλήμ. ὅθεν ἐκεῖ ἀπερχόμενοι μυστήριά τινα ἐπιτελοῦσιν ἐν τῷ τόπῳ καὶ ἁγιάζουσιν ἑαυτούς, ὡς ὑπολαμβάνουσιν. ἔστι γὰρ καὶ τὸ γένος ἐν τῇ Καππαδοκίᾳ καὶ Γαλατίᾳ καὶ ἐν τῇ προειρημένῃ Φρυγίᾳ, ὅθεν κατὰ Φρύγας ἡ αἵρεσις καλεῖται· ἀλλὰ καὶ ἐν Κιλικίᾳ καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον. Ἵνα δὲ μηδὲν καταλείψωμεν τῶν πρὸς ὄνομα ἑκάστης αἱρέσεως ὑφ' ἡμῶν προδεδηλωμένης, καὶ περὶ τοῦ Τασκοδρουγιτῶν ὀνόματος αὖθις ἐροῦμεν· ἔστι γὰρ τὸ ὄνομα τοῦτο ἢ ἐν αὐτῇ ταύτῃ ἢ ἐν τῇ μετ' αὐτὴν τῶν Κυϊντιλλιανῶν καλουμένῃ· ἀπ' αὐτῶν γὰρ τούτων ὁρμᾶται καὶ τοῦτο τὸ ὄνομα. καλοῦνται δὲ διὰ τοιαύτην αἰτίαν Τασκοδρουγῖται· τασκὸς παρ' αὐτοῖς πάσσαλος καλεῖται, δροῦγγος δὲ μυκτὴρ εἴτ' οὖν ῥύγχος καλεῖται, καὶ ἀπὸ τοῦ τιθέναι