231
ἑαυτῶν τὸν δάκτυλον τὸν λεγόμενον λιχανὸν ἐπὶ τὸν μυκτῆρα ἐν τῷ εὔχεσθαι, δῆθεν κατηφείας χάριν καὶ ἐθελοδικαιοσύνης, ἐκλήθησαν ὑπό τινων Τασκοδρουγῖται τουτέστιν πασσαλορυγχῖται. ἐν ταύτῃ δὲ τῇ αἱρέσει ἢ ἐν τῇ συζύγῳ αὐτῆς τῇ τῶν Κυϊντιλλιανῶν εἴτ' οὖν Πρισκιλλια2.240 νῶν καὶ Πεπουζιανῶν καλουμένῃ, δεινόν τι καὶ ἀθέμιτον ἔργον φασὶ γίνεσθαι. παῖδα γὰρ κομιδῆ νήπιον ὄντα κατὰ ἑορτήν τινα δι' ὅλου τοῦ σώματος κατακεντῶντες χαλκαῖς ῥαφίσι τὸ αἷμα αὐτοῦ προσπορίζονται ἑαυτοῖς, εἰς ἐπιτήδευσιν δῆθεν θυσίας. 15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι' ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι' ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν, ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι μὴ ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾧ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἃ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν· ἀκριβῶς δὲ πάντα ὡς ἔφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες αὐτὸ ἐν κυρίῳ, τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε εἰς προκαταληπτικὸν 2.241 ὡς εἰπεῖν τὸ βοήθημα, τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν. ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει. αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀποφέρεται, * δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα. ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαντες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνήθως εὐχαριστήσωμεν. Κατὰ Κυϊντιλλιανῶν εἴτ' οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς
συνάπτονται Ἀρτοτυρῖται ˉκˉθ, τῆς δὲ ἀκολουθίας ˉμˉθ. 1. Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες τοῖς κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρόπον. φασὶ γὰρ οὗτοι οἱ Κυϊντιλλιανοὶ εἴτ' οὖν Πρισκιλλιανοὶ ἐν 2.242 τῇ Πεπούζῃ ἢ Κυΐντιλλαν ἢ Πρίσκιλλαν οὐκ ἔχω γὰρ ἀκριβῶς λέγειν, μίαν δὲ ἐξ αὐτῶν ὡς προεῖπον ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι συνυπνωκέναι τε αὐτῇ τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν· «ἐν ἰδέᾳ, φησί, γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοὶ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονὶ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι». διό φασι καὶ ἄχρι τῆς δεῦρο μυεῖσθαί τινας