232
οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ' αὐτοῖς καλοῦνται προφήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ' αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται. 2. Κέχρηνται δὲ οὗτοι παλαιᾷ καὶ καινῇ διαθήκῃ καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισκίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας. φέρουσι δὲ μαρτυρίας πολλὰς ματαίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ τοῦ ξύλου τῆς φρονήσεως· καὶ τὴν ἀδελφὴν τοῦ Μωυσέως προφήτιδα 2.243 λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ' αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ· ἀλλὰ καί, φησί, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προφητεύουσαι. πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἑπτά τινες παρθένοι, λευχείμονες δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ. αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι, δάκρυα χεόμεναι καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον. ἐπίσκοποί τε παρ' αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα· ὧν μηδὲν διαφέρειν φασίν «ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ». ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὐτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν καὶ οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια. 3. Πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι καθέστηκεν ἀπὸ τῆς ὀρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς διαφορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ' ἐπιδιδόντας ἑαυτοὺς τῷ * φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν. κἄν τε γὰρ γυναῖκες παρ' αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ 2.244 τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος «πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει». λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι «γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός» καὶ πάλιν «οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός» καί «ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ' ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν». καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου. διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην * ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπικαλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.
Κατὰ Τεσσαρεσκαιδεκατιτῶν ˉλ, τῆς δὲ ἀκολουθίας ˉν.
1. Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθεισῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλουμένη. καὶ οὗτοι μὲν πάντα ἔχουσιν ὡς ἡ ἐκκλησία, σφάλλονται δὲ ἀπὸ πάντων διὰ τὸ μὴ τῇ ἀκολουθίᾳ καὶ τῇ διδασκαλίᾳ τοῦ θεσμοῦ προσανέχειν, Ἰουδαϊκοῖς ἔτι μύθοις προσανέχοντες. καὶ οὐδὲ τὰ ἴσα αὐτοῖς δογματίζουσιν· «οὐ γὰρ ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται». ἅπαξ γὰρ τοῦ ἔτους μίαν ἡμέραν τὸ Πάσχα οἱ τοιοῦτοι φιλονείκως ἄγουσι, καίτοι γε περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καλῶς καὶ ἴσως ἡμῖν ἔχοντες, προφήτας τε δεχόμενοι 2.245 καὶ ἀποστόλους καὶ εὐαγγελιστάς, ἀνάστασιν δὲ σαρκὸς ὁμοίως ὁμολογοῦντες καὶ κρίσιν ἐσομένην καὶ ζωὴν αἰώνιον. περιέπεσαν δὲ ἀστοχήματι καὶ οὐ τῷ τυχόντι οὗτοι, δῆθεν κεχρημένοι τῷ ῥητῷ ᾧ εἶπεν ὁ νόμος ὅτι «ἐπικατάρατος ὃς οὐ ποιήσει τὸ Πάσχα