233
τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός». ἕτεροι δὲ ἐξ αὐτῶν τὴν αὐτὴν μίαν ἡμέραν ἄγοντες καὶ τὴν αὐτὴν μίαν ἡμέραν νηστεύοντες καὶ τὰ μυστήρια ἐπιτελοῦντες, ἀπὸ τῶν Ἄκτων δῆθεν Πιλάτου αὐχοῦσι τὴν ἀκρίβειαν εὑρηκέναι, ἐν οἷς ἐμφέρεται τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ βούλονται ἄγειν τὸ Πάσχα ὁποίᾳ δἂν ἐμπέσῃ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης· οἱ δὲ ἐν τῇ Καππαδοκίᾳ τὴν αὐτὴν μίαν ἡμέραν τὴν πρὸ 2.246 ὀκτὼ καλανδῶν Ἀπριλλίων ἄγουσι. καὶ ἐν αὐτοῖς δὲ στάσις οὐχ ἡ τυχοῦσα, τῶν μὲν λεγόντων τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, τῶν δὲ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων. ἔτι δὲ εὕραμεν ἀντίγραφα Ἄκτων Πιλάτου, ἐν οἷς σημαίνει πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων τὸ πάθος γεγενῆσθαι· τἀληθῆ δέ, ὡς ἐκ πολλῆς ἀκριβείας ἔγνωμεν, ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι κατειλήφαμεν· τινὲς δὲ τῇ πρὸ δέκα καλανδῶν Ἀπριλλίων λέγουσιν. ἐξέπεσον δὲ καὶ οὗτοι τοῦ προκειμένου. δέδια δὲ καὶ περὶ τούτων ἐπὶ πλεῖστον μηκῦναι τὸν λόγον· πολλὰ γὰρ ἔχομεν λέγειν. 2. Πληρώσας γὰρ ὁ νομοθέτης τὸν πάντα νόμον Μωυσῆς, ἐκ θεοῦ λαβὼν τὸ πρόσταγμα ἐν τῇ ἐσχάτῃ βίβλῳ τουτέστιν ∆ευτερονομίῳ τίθησι πάσας τὰς κατάρας, οὐ μόνον περὶ Πάσχων ἀλλὰ καὶ περὶ περιτομῆς καὶ περὶ δεκατώσεως καὶ προσφορῶν· ὥστε οὖν εἰ μίαν κατάραν πεφεύγασιν, εἰς πολλὰς ἑαυτοὺς ἐνέπειραν· εὑρεθήσονται γὰρ ἐπικατάρατοι μὴ περιτεμνόμενοι, ἐπικατάρατοι μὴ ἀποδεκατοῦντες καὶ ἐπικατάρατοι γίνονται μὴ εἰς Ἱερουσαλὴμ προσφέροντες. καὶ ὦ τῶν ἀνθρώπων τῶν εἰς πολλὰς ἑαυτοὺς ἐρεσχελίας ἐμβαλ2.247 λόντων· ἀληθῶς γὰρ ἔστιν εἰπεῖν ἐκεῖνο τὸ ῥῆμα τὸ συνετὸν τοῦ Ἐκκλησιαστοῦ, τὸ ἐκ πνεύματος ἁγίου ἡμῖν διεσταλμένον ὅτι «τοῦτο ἔγνω ὁ Ἐκκλησιαστής, ὅτι ὁ θεὸς συνετὸν ἄνθρωπον ἐποίησεν εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν αὑτοῖς πολλὰς ὁδούς». πόθεν γὰρ οὐ διαπίπτει τούτων ἣ διάνοια; πρῶτον γὰρ εἰ τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἄγουσι, χρείαν ἔχουσι τὸ πρόβατον λαβεῖν ἀπὸ δεκάτης καὶ τηρεῖν αὐτὸ ἕως τεσσαρεσκαιδεκάτης, καὶ οὐκέτι μία ἡμέρα ἔσται τῆς νηστείας ἀλλὰ πέντε, ἥ τε δεκάτη καὶ ἑνδεκάτη καὶ δωδεκάτη καὶ τρισκαιδεκάτη καὶ τεσσαρεσκαιδεκάτη· ἐὰν δὲ πρὸς ἑσπέραν τυθῇ τὸ Πάσχα, ἡ αὐτὴ τεσσαρεσκαιδεκάτη ἐπιφώσκουσα ἓξ ἐπιτελεῖ ἡμέρας ἐν τῇ νηστείᾳ, καὶ οὐκέτι μία ἔσται τῆς νηστείας καὶ διέπεσεν ἡ περὶ μιᾶς ἡμέρας αὐτῶν ζήτησις, οὐ μία τις οὖσα. ἔστι γὰρ τὰ πρωτότυπα συνεζευγμένα καὶ ἐζημίωνται οὐκ ὀλίγην κατὰ θεὸν πραγματείαν. ἔδει γὰρ τὸν Χριστὸν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ θύεσθαι κατὰ τὸν νόμον, ὅπως λήξῃ παρ' αὐτοῖς τὸ φωτίζον αὐτοὺς φῶς κατὰ τὸν νόμον, τοῦ ἡλίου ἀνατείλαντος καὶ σκεπάσαντος τῆς σελήνης τὸ σέλας. ἀπὸ γὰρ τεσσαρεσκαιδεκάτης καὶ κάτω φθίνει τὸ φαινόμενον τῆς σελήνης· οὕτω καὶ ἐν τῷ νόμῳ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πάθους ἠμαυρώθη ἡ Ἰουδαϊκὴ συναγωγή, κατηύγασε δὲ τὸ εὐαγγέλιον, μὴ καταλυθέντος τοῦ νόμου ἀλλὰ πληρωθέντος, μὴ καταργηθέντος τοῦ τύπου ἀλλὰ παραστήσαντος τὴν ἀλήθειαν. οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα «καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλγάλοις, καὶ ἐξέλιπε τὸ μάννα», προσμαρτυροῦσα αὐτοῖς ἡ θεία γραφὴ καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησιθεΐαν λήξει παρ' αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνιος, ὅπερ μάννα παρ' αὐτοῖς κέκληται. 3. Πανταχόθεν δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περὶ τῆς χρείας ταύτης τῆς μυσταγωγίας συλλέγουσα τὸν σύνδεσμον οὐ διαπίπτει τῆς ἀληθείας. κέχρηται γὰρ οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ, ἀλλὰ καὶ τῇ ἑβδομάδι τῇ κατὰ περίοδον ἀνακυκλουμένῃ ἐν τῇ τάξει τῶν τοῦ σαββάτου ἑπτὰ ἡμερῶν, ἵνα κατὰ τὰ ὑπὸ τοῦ κυρίου γενόμενα ὡς