234
κατὰ τὸ πρωτότυπον εἴη ἡ ἀνάστασίς τε καὶ εὐωχία. καὶ κέχρηται οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, ἀλλὰ καὶ τῷ δρόμῳ τοῦ ἡλίου, ἵνα μὴ ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ποιοῦντες ἐν τῷ ἑτέρῳ μηδὲ ἓν Πάσχα τελέσωμεν. διὸ παρατηρούμεθα μὲν τὴν τεσσαρεσκαιδεκάτην, ὑπερβαίνομεν δὲ τὴν ἰσημερίαν φέρομέν τε ἐπὶ τὴν ἁγίαν κυριακὴν τὸ τέλος τῆς συμπληρώσεως· λαμβάνομεν δὲ τὸ πρόβατον ἀπὸ δεκάτης, τὸ ὄνομα Ἰησοῦ ἐπιγνόντες διὰ τοῦ ἰῶτα, ἵνα μὴ λάθῃ ἡμᾶς μηδὲν τῶν κατὰ τὴν ἀλήθειαν πᾶσαν τῆς ζωτικῆς ταύτης τοῦ Πάσχα * τῆς ἐκκλησιαστικῆς καὶ ἀληθινῆς πραγματείας. ὑπερβήσομαι δὲ καὶ τοῦτο τὸ ἐμφύσημα τοῦ βαιῶνος εἴτ' οὖν φυσάλου ὄφεως, διὰ τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπισφραγισάμενος καὶ ἐπὶ τὰς ἑξῆς τὸν νοῦν προτείνων, θεὸν συνήθως ἐπικαλούμενος εἰς βοήθειαν. Κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν
αὐτοῦ Ἀποκάλυψιν ˉλˉα, τῆς δὲ ἀκολουθίας ˉνˉα. 1. Καθεξῆς δὲ τούτων τῶν αἱρέσεων μετὰ τὴν κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανοὺς καὶ Τεσσαρεσκαιδεκατίτας οὕτω καλουμένους, ἀνεφύη τῷ βίῳ αἵρεσις ἑτέρα, ὥσπερ ἑρπετὸν ἀσθενές, μὴ δυνάμενον 2.249 ἀντισχεῖν πρὸς τὴν ὀσμὴν τῆς δικτάμνου εἴτ' οὖν στύρακος ἢ λιβανωτίδος ἢ τῆς ἀβροτόνου ἢ τῆς ὀσμῆς τῆς ἀσφάλτου ἢ τοῦ θυμιάματος ἢ τοῦ λίθου τοῦ γαγάτου ἢ τοῦ κέρατος τῆς ἐλάφου. φασὶ γὰρ οἱ ἐν τῇ πείρᾳ τούτων γεγονότες ταῦτα τὰ εἴδη ἀπελαστικὰ εἶναι ἑρπετῶν ἰοβόλων· καὶ τὴν μὲν δίκταμνον τίκταμνον τινὲς καλοῦσιν ἀπὸ τοῦ τοὺς παῖδας τῶν ἰατρῶν κεχρῆσθαι ταύτῃ εἰς τὴν τῶν τικτουσῶν γυναικῶν βοήθειαν. ὥστε ἀφ' ἡμῶν εἰκότως ἀπεικάζεσθαι εἰς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον ἀπὸ τῶν ἐπουρανίων, ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον. φησὶ γὰρ ὁ Σολομῶν περὶ τῆς ἄφρονος καὶ φαύλης γυναικὸς ὅτι «μισεῖ λόγον ἀσφαλείας»· οὕτως καὶ οὗτοι τὰ στερεὰ τοῦ κηρύγματος μεμισήκασιν, ἐπίγειοι ὄντες καὶ πρὸς τὰ ἐπουράνια ἀπεχθανόμενοι. ὅθεν δεδιότες τὴν φωνὴν τοῦ ἁγίου πνεύματος τὴν λέγουσαν «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους» * τοῦ εἰπόντος τοῖς ἑαυτοῦ δούλοις καὶ ἀποστόλοις «ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». αὕτη γὰρ ἦν ἡ φωνὴ ἡ καταρτιζομένη ἐλάφους, ἡ δοθεῖσα εἰς τὸν κόσμον διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καταπατῆσαι τὴν τοῦ διαβόλου ἐναντιότητα· ἐξ ὧν ὢν ὁ ἅγιος Ἰωάννης ἀκρότατα ἐπέστησε καὶ διήλεγξε τὴν δύναμιν τῶν πεπλανημένων καὶ ὀφιομόρφων. 2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῷ οἱ τοιοῦτοι. ἐπιτρέπεται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν «ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν», ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὅπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις. ἐκάρωσε τοίνυν αὐτοὺς τὸ ἅγιον θυμίαμα τοῦ στύρακος καὶ παραι2.250 τοῦνται τούτου τὴν εὐωδίαν καὶ * τῆς ἀβροτόνου εἴτ' οὖν λιβανωτίδος ἡ δύναμις, κατ' αὐτοῦ τοῦ ὄφεως ἐπιφύσασα καὶ ἐπάνω τοῦ φωλεοῦ αὐτοῦ ἐκβλαστήσασα. ἔνθα γὰρ τὸν Χριστὸν ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον ἐκήρυττεν ὁ Ἐβίων καὶ ὁ Κήρινθος καὶ οἱ ἀμφ' αὐτούς, φημὶ δὲ ἐν τῇ Ἀσίᾳ, ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον ἀνέτειλε τῷ κόσμῳ ταύτην τὴν ἁγίαν βοτάνην εἴτ' οὖν θάμνον, τὴν ἀποδιώξασαν τὸν ὄφιν καὶ λύσασαν τὴν τοῦ διαβόλου τυραννίδα. ἐκεῖ γὰρ ὁ ἅγιος Ἰωάννης μεθ' ἡλικίαν γηραλέαν ἐπιτρέπεται ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου κηρῦξαι καὶ ἀνακάμψαι τοὺς ἐν τῇ ὁδῷ πεπλανημένους· οὐ μετὰ ἀνάγκης, ἀλλὰ μετὰ προαιρέσεως