237
σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» 6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴν ἀλήθειαν; ἢ οὐκ ἀληθεύει ὁ ἅγιος Λουκᾶς, εἰπὼν οὐδὲν περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων; οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ θεός, ἵνα οἱ τέσσαρες εὐαγγελισταὶ ὀφείλοντες κηρῦξαι εὕρωσιν ἕκαστος τί ἐργάσωνται καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν, ἵνα δείξωσιν ὅτι ἐκ τῆς αὐτῆς πηγῆς ὥρμηνται, τὰ δὲ ἑκάστῳ παραλειφθέντα ἄλλος διηγήσηται, ὡς ἔλαβε παρὰ τοῦ πνεύματος μέρος τῆς ἀναλογίας; τί δὲ ποιήσωμεν; Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά τε τὰς παρ' αὐτῷ γενεαλογίας ἀπὸ Ἀβραὰμ καὶ ∆αυὶδ * τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν, 2.255 ὡς οὐχ εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν «ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἠσαΐᾳ τῷ προφήτῃ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», *. οὕτω καὶ τὰ τῷ ἁγίῳ Ἰωάννῃ πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφθέντων. Ἡ γὰρ πᾶσα τῶν εὐαγγελίων ὑπόθεσις τοιοῦτον εἶχε τὸν τρόπον. Ματθαίου μὲν γὰρ κεκηρυχότος τὸν Χριστὸν γεννηθέντα καὶ ἐκ πνεύματος ἁγίου συλληφθέντα, ἐκ σπέρματός τε ∆αυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα οἰκονομηθέντα, πλάνη τις γεγένηται τοῖς μὴ νενοηκόσιν οὐ τοῦ εὐαγγελίου αἰτίου ὄντος αὐτοῖς εἰς τὸ πλανηθῆναι, ἀλλὰ τῆς αὐτῶν διανοίας πεπλανημένης τὰ εἰς παράστασιν τῆς περὶ τῶν αὐτῶν πληροφορίας ἀπὸ τοῦ εὐαγγελίου καλῇ ὑπονοίᾳ ἐπινενοημένα. ἔνθεν γὰρ οἱ περὶ Κήρινθον καὶ Ἐβίωνα ψιλὸν αὐτὸν ἄνθρωπον κατέσχον καὶ * Μήρινθον καὶ Κλεόβιον εἴτ' οὖν Κλεόβουλον καὶ Κλαύδιον καὶ ∆ημᾶν καὶ Ἑρμογένην, τοὺς ἀγαπήσαντας τὸν ἐνταῦθα αἰῶνα καὶ καταλείψαντας τὴν ὁδὸν τῆς ἀληθείας. ἀντιλέγοντες γὰρ τοῖς τοῦ κυρίου μαθηταῖς κατ' ἐκεῖνο καιροῦ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ ∆αυὶδ γενεαλογίας τὴν αὐτῶν ἄνοιαν παριστᾶν ἐπειρῶντο, οὐ καλῶς μὲν οἰόμενοι, πλὴν ἐντεῦθεν τὴν πρόφασιν θηρώμενοι. ἀντελέγοντο γὰρ πολλάκις ὑπὸ τοῦ ἁγίου Ἰωάννου καὶ τῶν ἀμφ' αὐτόν, Λευκίου καὶ ἄλλων πολλῶν, παρατρίψασα δὲ 2.256 ἑαυτῆς τὸ μέτωπον ἡ ἀναισχυντία τὰ ἑαυτῆς κακὰ ἐπισπᾶσθαι ἐφιλοτιμήσατο. εὐθὺς δὲ μετὰ τὸν Ματθαῖον ἀκόλουθος γενόμενος ὁ Μάρκος τῷ ἁγίῳ Πέτρῳ ἐν Ῥώμῃ ἐπιτρέπεται τὸ εὐαγγέλιον ἐκθέσθαι καὶ γράψας ἀποστέλλεται ὑπὸ τοῦ ἁγίου Πέτρου εἰς τὴν τῶν Αἰγυπτίων χώραν. οὗτος δὲ εἷς ἐτύγχανεν ἐκ τῶν ἑβδομήκοντα δύο, τῶν διασκορπισθέντων ἐπὶ τῷ ῥήματι ᾧ εἶπεν ὁ κύριος «ἐὰν μή τις φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι μου ἄξιος», ὡς τοῖς τὰ εὐαγγέλια ἀναγνοῦσι σαφὴς εἴη ἡ παράστασις· ὅμως διὰ Πέτρου ἐπανακάμψας εὐαγγελίζεσθαι καταξιοῦται, πνεύματι ἁγίῳ ἐμπεφορημένος. ἄρχεται δὲ κηρύττειν ὅθεν τὸ πνεῦμα αὐτῷ παρεκελεύσατο, τὴν ἀρχὴν τάττων ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, μετὰ ἔτη τριάκοντα τῆς τοῦ Ματθαίου πραγματείας. δευτέρου δὲ γενομένου εὐαγγελιστοῦ καὶ μὴ περὶ τῆς ἄνωθεν καταγωγῆς τοῦ θεοῦ Λόγου τηλαυγῶς σημήναντος, ἀλλὰ πάντῃ μὲν ἐμφαντικῶς, οὐ μὴν κατὰ ἀκριβολογίαν τοσαύτην, γέγονε τοῖς προειρημένοις ἠπατημένοις εἰς δεύτερον σκότωσις τῶν διανοημάτων τοῦ μὴ καταξιωθῆναι πρὸς φωτισμὸν τοῦ εὐαγγελίου· λεγόντων αὐτῶν ὅτι ἰδοὺ καὶ δεύτερον εὐαγγέλιον περὶ Χριστοῦ σημαῖνον καὶ οὐδαμοῦ ἄνωθεν λέγον τὴν γέννησιν ἀλλά, φησίν, ἐν τῷ Ἰορδάνῃ κατῆλθεν τὸ πνεῦμα ἐπ' αὐτὸν καὶ * φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ' ὃν ηὐδόκησα. 7. Ἐπειδὴ δὲ ταῦτα οὕτως ἐν τοῖς τοιούτοις ἀνοήτοις ἐτελεῖτο, ἀναγκάζει τὸ