238
ἅγιον πνεῦμα καὶ ἐπινύττει τὸν ἅγιον Λουκᾶν ὡς ἀπὸ βάθους κατωτάτου τὴν διάνοιαν τῶν ἠπατημένων ἀνενέγκαι καὶ τὰ 2.257 ὑπὸ τῶν ἄλλων καταλειφθέντα αὖθις ἐπιβάλλεσθαι. ἵνα δὲ μή τις τῶν πεπλανημένων ἡγήσηται μυθωδῶς αὐτὸν ἐκφράσαι τὴν γέννησιν, ἐπὶ τὰ ἄνω ἀναφέρει τὸ ἔργον, διὰ δὲ τὴν ἀκρίβειαν λεπτομερῶς τὴν πᾶσαν πραγματείαν διέξεισι καὶ εἰς παράστασιν ἀληθείας ἐμμάρτυρας τοὺς ὑπηρέτας τοῦ λόγου γενομένους παρεισάγει φάσκων «ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν», ἵνα τινὰς μὲν ἐπιχειρητὰς δείξῃ, φημὶ δὲ τοὺς περὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἄλλους· εἶτα τί φησιν; «ἔδοξε κἀμοὶ καθεξῆς παρηκολουθηκότι ἄνωθεν τοῖς αὐτόπταις καὶ ὑπηρέταις τοῦ λόγου γενομένοις γράψαι σοι, κράτιστε Θεόφιλε εἴτ' οὖν τινὶ Θεοφίλῳ τότε γράφων τοῦτο ἔλεγεν ἢ παντὶ ἀνθρώπῳ θεὸν ἀγαπῶντι, ἵνα ἐπιγνῷς περὶ ὧν, φησί, κατηχήθης λόγων τὴν ἀσφάλειαν»· καὶ τὴν μὲν κατήχησιν προτεταγμένην ἔφασκεν, ὡς ἤδη ὑπὸ ἄλλων μὲν κεκατηχῆσθαι, οὐκ ἀσφαλῶς δὲ παρ' αὐτῶν μεμαθηκέναι τὴν ἀκρίβειαν. εἶτά φησιν «ἐγένετο ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως ἐξ ἐφημερίας Ἀβιὰ τοῦ ἀρχιερέως ἱερεύς τις ὀνόματι Ζαχαρίας καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, ᾗ ὄνομα Ἐλισάβετ». καὶ ἄρχεται πρὸ τοῦ Ματθαίου· ὁ μὲν γὰρ Ματθαῖος ἐσήμανε τριακονταετῆ χρόνον ἀπ' ἀρχῆς, ὁ δὲ Μάρκος τὰ μετὰ τὰ τριάκοντα ἔτη ἔταττεν, τὴν ἐν τῷ Ἰορδάνῃ γενομένην ἐν ἀληθείᾳ πραγματείαν, ὅμοια τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ. ὁ δὲ Ματθαῖος ἀπὸ τριακονταετοῦς χρόνου πρὸ τῆς ἐν τῷ Ἰορδάνῃ καὶ τοῦ βαπτίσματος πραγματείας τὸ διήγημα ἐποιεῖτο· Λουκᾶς δὲ πρὸ τοῦ χρόνου τοῦ συλληφθῆναι τὸν σωτῆρα ἐν γαστρὶ ἀπὸ ἓξ μηνῶν τὸν χρόνον ἐδήλου, καὶ ἐννέα μηνῶν πάλιν καὶ ὀλίγων ἡμερῶν τῆς συλλήψεως τοῦ κυρίου, ὡς εἶναι τὸν πάντα χρόνον τριάκοντα ἓν ἔτος καὶ ἐπέκεινα. διηγεῖται δὲ καὶ τὴν τῶν ποιμένων διὰ τὴν τῶν εὐαγγελισαμένων ἀγγέλων θεοπτίαν, καὶ ὡς ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐσπαργανώθη ἐν φάτνῃ καὶ τῇ ὀγδόῃ περιετμήθη, καὶ ὡς ἐν τεσσαράκοντα ἡμέραις κατὰ τὸν νόμον προσφορὰν ὑπὲρ αὐτοῦ ἐπετέ2.258 λουν καὶ ὡς ὁ Συμεὼν αὐτὸν ἐν ἀγκάλαις ἐδέχετο καὶ ὡς Ἄννα ἀνθωμολογεῖτο θυγάτηρ Φανουήλ, καὶ ὡς ἐν Ναζαρὲτ ἀπῄει καὶ ὡς κατ' ἔτος ἀνῄει εἰς Ἱερουσαλὴμ ἅμα τοῖς γονεῦσι τελοῦσιν ὑπὲρ αὐτοῦ τὰ κατὰ τὸν νόμον, ὧν οὐδὲν τῷ Ματθαίῳ ἐπείργασται οὐδὲ τῷ Μάρκῳ ἀλλὰ μὴν οὐδὲ τῷ Ἰωάννῃ. 8. Ὅθεν καί τινες ἄλλοι ἐξ Ἑλλήνων φιλοσόφων, φημὶ δὲ Πορφύριος καὶ Κέλσος καὶ Φιλοσαββάτιος, ὁ ἐκ τῶν Ἰουδαίων ὁρμώμενος δεινὸς καὶ ἀπατεὼν ὄφις, εἰς τὴν κατὰ τῆς εὐαγγελικῆς πραγματείας διεξιόντες ἀνατροπὴν τῶν ἁγίων εὐαγγελιστῶν κατηγοροῦσι, ψυχικοὶ καὶ σαρκικοὶ ὑπάρχοντες, κατὰ σάρκα δὲ στρατευόμενοι καὶ θεῷ εὐαρεστῆσαι ἀδυνάτως ἔχοντες καὶ τὰ διὰ τοῦ πνεύματος εἰρημένα μὴ νενοηκότες. ἕκαστος γὰρ αὐτῶν προσκόπτων τοῖς λόγοις τῆς ἀληθείας διὰ τὴν ἐν αὐτῷ τύφλωσιν τῆς ἀγνωσίας, εἰς τοῦτο ἐμπίπτοντες ἔλεγον· πῶς δύναται ἡ αὐτὴ ἡμέρα εἶναι τῆς ἐν Βηθλεὲμ γεννήσεως αὐτὴ καὶ περιτομὴν ἔχειν ὀκταήμερον καὶ διὰ τεσσαράκοντα ἡμερῶν τὴν ἐν Ἱεροσολύμοις ἄνοδον καὶ τὰ ἀπὸ Συμεῶνος καὶ Ἄννας εἰς αὐτὸν τετελεσμένα, ὁπότε ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη πέφηνεν αὐτῷ, φησίν, ἄγγελος, μετὰ τὴν τῶν μάγων ἔλευσιν τῶν ἐλθόντων προσκυνῆσαι αὐτῷ καὶ ἀνοιξάντων τὰς πήρας καὶ προσενεγκάντων, ὥς φησιν «ὤφθη αὐτῷ ἄγγελος λέγων· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὸ παιδίον, καὶ πορεύου εἰς Αἴγυπτον, ὅτι ζητεῖ Ἡρῴδης τὴν ψυχὴν τοῦ παιδίου». εἰ τοίνυν ἐν αὐτῇ τῇ νυκτὶ ᾗ 2.259 γεγέννηται παρελήφθη εἰς Αἴγυπτον καὶ ἐκεῖ ἦν, ἕως ὅτου ἀπέθανεν Ἡρῴδης, πόθεν δύναται ἐπιμεῖναι καὶ ὀκταήμερον καὶ περιτμηθῆναι; ἢ πῶς μετὰ τεσσαράκοντα * εὑρίσκεται Λουκᾶς ψευδόμενος, ὥς φασι βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι φησίν «ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ