241
γενεαλογίας ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω καὶ φθάσαντος τὴν ἔμφασιν ποιήσασθαι τῆς ἄνωθεν τοῦ θεοῦ Λόγου παρουσίας ὁμοῦ τε συναφθέντος τῇ ἐνσάρκῳ αὐτοῦ οἰκονομίᾳ, ἵνα ἀποτρέψηται ἀπὸ τῶν πεπλανημένων τὴν πλάνην, οὐκ ἐνόησαν. διὸ ὕστερον ἀναγκάζει τὸ ἅγιον πνεῦμα τὸν Ἰωάννην, παραιτούμενον εὐαγγελίσασθαι δι' εὐλάβειαν καὶ ταπεινοφροσύνην, ἐπὶ τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, μετὰ ἔτη ἐνενήκοντα τῆς αὐτοῦ ζωῆς, μετὰ τὴν ἀπὸ τῆς Πάτμου ἐπάνοδον τὴν ἐπὶ Κλαυδίου γενομένην Καίσαρος καὶ μετὰ 2.264 ἱκανὰ ἔτη τοῦ διατρῖψαι αὐτὸν ἐπὶ τῆς Ἀσίας, ἀναγκάζεται ἐκθέσθαι τὸ εὐαγγέλιον. καὶ οὐκ ἦν αὐτῷ χρεία περὶ τῆς ἐνσάρκου παρουσίας λεπτολογεῖν· ἤδη γὰρ ἠσφάλιστο. ἀλλὰ ὡς κατόπιν τινῶν βαίνων καὶ ὁρῶν αὐτοὺς ἐπὶ τὰ ἔμπροσθεν ὄντας καὶ ἐπὶ τὰ τραχύτατα ἑαυτοὺς ἐκδεδωκότας καὶ πλάνα καὶ ἀκανθώδη, ἀνακαλέσασθαι αὐτοὺς εἰς εὐθεῖαν ὁδὸν προενοεῖτο καὶ ἀσφαλιζόμενος ἐπικηρυκεύσασθαι αὐτοῖς καὶ εἰπεῖν· τί πλανᾶσθε; ποῖ τρέπεσθε; ποῖ πλανᾶσθε, Κήρινθε καὶ Ἐβίων καὶ οἱ ἄλλοι; οὐκ ἔστιν οὕτως ὡς νομίζετε. ναί, ἐγεννήθη ὁ Χριστὸς κατὰ σάρκα δῆλον· ἰδοὺ γὰρ αὐτὸς ὁμολογῶ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο. ἀλλὰ μὴ ἐξότε ἐγένετο σάρξ, νομίσητε τὸν αὐτὸν εἶναι· οὐκ ἔστι γὰρ ἀπὸ χρόνων Μαρίας μόνον, ὡς ἕκαστος ἡμῶν ἀφ' ὅτου γεννᾶται ὑπάρχει, πρὶν δὲ τοῦ γεννηθῆναι οὐκ ἔστιν. ὁ δὲ ἅγιος θεὸς Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὐκ ἔστιν ἀπὸ χρόνων Μαρίας μόνον οὔτε ἀπὸ χρόνων Ἰωσὴφ μόνον, οὔτε Ἠλὶ οὔτε Λευὶ οὔτε Ζοροβάβελ οὔτε Σαλα2.265 θιὴλ οὔτε Νάθαν οὔτε ∆αυὶδ οὔτε ἀπὸ Ἰακὼβ οὔτε ἀπὸ Ἰσαὰκ οὔτε ἀπὸ χρόνων τοῦ Ἀβραὰμ οὔτε Νῶε οὔτε Ἀδὰμ οὔτε ἀπὸ τῆς πέμπτης ἡμέρας οὔτε ἀπὸ τῆς τετάρτης ἡμέρας οὔτε ἀπὸ τῆς τρίτης οὔτε ἀπὸ τῆς δευτέρας οὔτε ἐξότε ὁ οὐρανὸς καὶ ἡ γῆ γεγένηται οὔτε ἐξότε ὁ κόσμος, ἀλλά «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ τὰ ἑξῆς. «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν αὐτόν». εἶτα «ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. καὶ ὁ Λόγος, φησί, σὰρξ ἐγένετο, καὶ κατεσκήνωσεν ἐν ἡμῖν. Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον ὑμῖν»· καὶ ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν». καὶ λέγει «οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλὰ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ». 13. Καὶ ὅτε διήγηται ταῦτα πάντα, λέγει «ταῦτα ἐγένετο ἐν Βηθαβαρᾷ»· ἐν δὲ ἄλλοις ἀντιγράφοις «ἐν Βηθανίᾳ, πέραν τοῦ Ἰορδάνου». καὶ μετὰ ταῦτα δείκνυσιν ὅτι εἶπον αὐτῷ οἱ ἀπὸ Ἰωάννου μαθηταί· «Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλθον, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.» καὶ τῇ αὔριον, «ὥρα ἦν ὡς δεκάτη, ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ· εὑρίσκει αὐτὸς πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν Μεσσίαν, 2.266 τὸν μεθερμηνευόμενον Χριστόν. οὗτος ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν