242
ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου καὶ ἴδε. ἰδὼν δὲ ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη αὐτῷ Ναθαναὴλ καὶ εἶπε· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει. καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας» καὶ τὰ ἑξῆς, ἵνα δείξῃ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ μετὰ τὴν ἀπ' αὐτοῦ τοῦ πειρασμοῦ ἐπάνοδον καὶ ὁρμὴν τὴν ἐπὶ Ναζαρὲτ καὶ Γαλιλαίαν, ὡς οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ ἔφησαν, πάλιν ἐπὶ τὸν Ἰορδάνην αὐτὸν ἡκέναι· ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον λέγει «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν»· 2.267 «καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ' αὐτόν». τὸ δὲ «ἐμαρτύρησε» καὶ τό «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν», ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ' ἐκεῖνον. οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὴν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην *·διὸ λέγει ὅτι «οὗτος ἦν ὃν εἶπον ὑμῖν» καὶ ἔτι τὸ εὐαγγέλιόν φησι «καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι», ὡς ἤδη τοῦ πράγματος πρὸ καιροῦ τινος γεγονότος. 14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ' αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ' Ἰωάννου, ἔτι δὲ ἐν τῇ Γαλιλαίᾳ παραμενόντων καὶ κατὰ καιροὺς τῷ Ἰωάννῃ σχολαζόντων. καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν ὥρα ἦν ὡς δεκάτη, συμβέβηκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, καὶ ὡς ἔχει ἡ ἀκολουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς. «καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου». καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθητευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν· ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον εἶναι οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον, ἕνα δὲ τῶν υἱῶν Ζεβεδαίου. ἔδει γὰρ τούτους πρῶτον κληθῆναι, 2.268 ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἔπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία. 15. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον * ὅπερ ἐστὶ κατανοῆσαι, ὅτι καθάπερ τῷ