243
Ἰωάννῃ ἤδη μαθητευόμενοι * καὶ τὴν ἰδίαν τέχνην ἐργαζόμενοι καὶ τῇ μαθητείᾳ προσανέχοντες, ὡσαύτως καὶ παρὰ τῷ Ἰησοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ ἑξῆς ἀπελθόντες πάλιν ἐν τῇ ἁλείᾳ ἐσχόλαζον, ὡς ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἑτέρων εὐαγγελίων. μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκολουθία φάσκει ὅτι «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἐκεῖ ἡ μήτηρ τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον». ἀπὸ δὲ ἑκατέρων τῶν τῆς λεπτολογίας ῥημάτων καὶ ὑποθέσεως ἰστέον ἐστίν, ὅτι καὶ ἑτέρους συμπαρείληφε μαθητάς, οἵτινες σὺν αὐτῷ ἔμειναν, τάχα δὲ οἱ περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλοι τινές. οἱ γὰρ περὶ Ἀνδρέαν ἀνεχώρησαν· οἱ δὲ παρ' αὐτῷ μεμενηκότες ἐκλήθησαν καὶ αὐτοὶ εἰς τοὺς γάμους. καὶ μετὰ τὰ ποιῆσαι τοῦτο πρῶτον σημεῖον κατελθὼν εἰς τὰ μέρη τῆς Καφαρναοὺμ ἐκεῖ κατῴκησε. καὶ λοιπὸν σημεῖα ἐκεῖ ἄρχεται ἐργάζεσθαι ἕτερα, ὅτε τὴν τοῦ ξηρὰν ἔχοντος χεῖρα ἰάσατο, ἀλλὰ καὶ τὴν πενθερὰν τοῦ Πέτρου, τοῦ μὲν ἀπὸ Βηθσαϊδὰ ὄντος γήμαντος δὲ ἀπὸ Καφαρναούμ, οὐ μακρὰν ὄντων τῶν τόπων τούτων τῷ διαστήματι, ταύτην ἀπὸ τοῦ πυρετοῦ ἀνῆκεν καὶ θεραπευθεῖσα διηκόνει· ὥστε εἶναι * ταύτην τὴν ἀκολουθίαν. καὶ μετὰ ταῦτα πάλιν αὐτοῦ ἀναστρέψαντος εἰς τὴν Ναζαρέτ, ὅπου ἦν ἀνατεθραμμένος, τότε ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, αὐτοῦ λοιπὸν προλαβόντος αὐτοὺς καὶ λέγοντος ὅτι «πάντως ἐρεῖτέ μοι τὴν παραβολήν, ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν σημεῖα γενόμενα ἐν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου». καὶ ὁρᾷς ὡς 2.269 ἔστιν τῆς ἀληθείας ἡ ἀκολουθία; «καὶ οὐκ ἐποίησε διὰ τὴν ἀπιστίαν αὐτῶν, φησίν, σημεῖον οὐδέν». κἀκεῖθεν παρελθὼν εἰς τὴν Καφαρναοὺμ πάλιν κατῴκησε. καὶ ἐλθὼν εἰς τὰ μέρη τῆς θαλάσσης, ὥς φησιν ὁ Ματθαῖος, εἶδε Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. ὁ δὲ Λουκᾶς καὶ τὴν ἀκρίβειαν σημαίνει τοῦ πράγματος, ὅτι καὶ ἠκολούθησαν λοιπὸν ἀμεταστρεπτὶ μηκέτι ἀναβαλλόμενοι τῆς κλήσεως, φήσας ὅτι «ἐλθόντος αὐτοῦ ἐπὶ τὴν λίμνην Γεννησαρέθ, εἶδε Σίμωνα καὶ Ἀνδρέαν καταρτίζοντας τὰ δίκτυα καὶ ἀνέβη εἰς τὸ πλοῖον, ὃ ἦν Σίμωνος, φησίν, Πέτρου καὶ Ἀνδρέου» τοῦτο δὲ σημαίνει, ὡς ἤδη ὄντος αὐτοῦ αὐτοῖς ἐν γνώσει διὸ διὰ τὴν συνήθειαν καὶ προσήκαντο καὶ ἀνελθὼν ἐκάθισεν· ὅτε λέγει τῷ Πέτρῳ μετὰ τὴν διδασκαλίαν «ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα», οἱ δὲ εἶπον «ἐπιστάτα» ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον περὶ αὐτοῦ ἀκούσαντες ὅτι «ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ ὅτι παρ' αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν. καὶ εἰς τὴν δευτέραν ἐξῆλθον μετέπειτα ἄγραν, ἐπὶ τῷ πλήθει τῶν ἰχθύων αὐτῶν θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι «ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε»· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας. ὁ δὲ εἶπε «μὴ φοβοῦ», παραθαρσύνων αὐτόν, ὅτι οὐκ ἀπηγορεύθη ἀλλὰ ἔτι δύναται τῆς κλήσεως ἔχεσθαι, ὅτι, φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας. ἦσαν γὰρ κοινωνοί, ὥς φησι, τῷ Σίμωνι· καθάπερ ἄνω κἀμοὶ προδεδήλωται ἐκ τῆς ὑποθέσεως ταύτης τῶν δύο μὲν ἀκολουθησάντων 2.270 αὐτῷ παρὰ Ἰωάννου δὲ ἀκηκοότων *, ὧν δύο εἷς ἦν ὁ Ἀνδρέας, καθὼς ἔφημεν, διανενοημένοι καλλίστως τὸν ἕτερον εἶναι πάλιν τάχα ἕνα τῶν υἱῶν Ζεβεδαίου διά τε τὸ συνεργὸν καὶ μέτοχον καὶ κοινωνικόν. καὶ λοιπὸν μετὰ ταῦτα πάντα καταλείψαντες οἱ τέσσαρες τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία. ὥστε ἐξ