244
ἅπαντος δείκνυσθαι ὅτι οὐδεμία σκολιότης οὐδ' ἐναντιότης ἐν τοῖς ἁγίοις εὐαγγελίοις οὐδὲ παρὰ τοῖς εὐαγγελισταῖς εὑρίσκεται, ἀλλὰ πάντα σαφῆ. χρόνων δέ εἰσι διαστάσεις· ἐντεῦθεν γὰρ καὶ ἐπέκεινα, τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναφθέντων καὶ ἀκολουθούντων, ἐγένετο διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε· 16. πρῶτον μὲν βαπτισθέντος αὐτοῦ κατ' Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, † ὡς ἔφημεν, πρὸ ἓξ εἰδῶν Νοεμβρίων-τουτέστιν πρὸ ἑξήκοντα ἡμερῶν πλήρης τῆς ἡμέρας τῶν Ἐπιφανείων, ἥ ἐστιν ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως, ὡς ἔχει ἡ μαρτυρία τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅτι «ἦν Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριά2.271 κοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ». ἦν γὰρ τῷ μὲν ὄντι εἴκοσι ἐννέα ἐτῶν καὶ μηνῶν δέκα, ὅτε ἐπὶ τὸ βάπτισμα ἧκε, τριάκοντα μὲν ἐτῶν, ἀλλ' οὐ πλήρης· διὸ λέγει «ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα»-λοιπὸν ἐξεβλήθη εἰς τὴν ἔρημον. ἀπ' ἐντεῦθεν οὖν αἱ τεσσαράκοντα ἡμέραι τοῦ πειρασμοῦ ἀκολούθως φαίνονται καὶ αἱ δύο ἑβδομάδες μικρῷ πλέον καὶ ἡμέραι δύο, ἃς διέτριψεν ἐπανελθὼν ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὴν Γαλιλαίαν, τουτέστιν εἰς τὴν Ναζαρὲτ καὶ περὶ τὰ ὅρια αὐτῆς, καὶ μία ἡμέρα ὅτε ἦλθεν πρὸς Ἰωάννην, ὅτε ἔφη ὁ Ἰωάννης «ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ ἡ ἐπαύριον ὅτε «πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε, ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ». εἶτα φησίν «ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ καὶ ἠκολούθησαν τῷ Ἰησοῦ». αὕτη δὲ ἦν ὀκτωκαιδεκάτη μετὰ τὸν πειρασμὸν ἡμέρα, καθὼς προείπαμεν, πρώτη δὲ ἀπὸ Ἰωάννου ὅτε ἠκολούθησαν τῷ Ἰησοῦ οἱ περὶ Ἀνδρέαν καὶπαρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην ὥρα ἦν ὡς δεκάτη, ὅτε καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Σίμωνα εὑρὼν ὁ Ἀνδρέας ἤγαγε πρὸς τὸν Ἰησοῦν. εἶτα λέγει τὸ εὐαγγέλιον «τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ κύριος· ἀκολούθει μοι». αὕτη δὲ ἦν ἐννεακαιδεκάτη ἡμέρα μετὰ τὸν πειρασμόν, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, * Φιλίππου τὴν κλῆσιν καὶ τοῦ Ναθαναήλ. καὶ λοιπὸν τῇ τρίτῃ ἡμέρᾳ, λέγει, γάμος ἐγέ2.272 νετο ἐν Κανᾷ τῆς Γαλιλαίας, μετὰ τὰς δύο τὰς προειρημένας ἀπὸ Ἰωάννου ἡμέρας. προστιθεμένων τοίνυν τῶν εἴκοσι ἡμερῶν ταῖς τεσσαράκοντα τοῦ πειρασμοῦ δύο μῆνες τελοῦνται, οἵτινες τοῖς δέκα μησὶ συναπτόμενοι ἐνιαυτὸν τελοῦσιν, ὅ ἐστι πλήρωμα τριάκοντα ἐτῶν ἀπὸ τῆς γεννήσεως τοῦ κυρίου, καὶ εὑρίσκεται τὸ πρῶτον σημεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τριακοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς 2.273 τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς. λοιπὸν δ' ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα ἐργάζεται καὶ τὸ κήρυγμα διδάσκει, δεικνυμένης εἰς ἅπαντας ἀνθρώπους τῆς θαυμαστῆς καὶ ἀρρήτου αὐτοῦ φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας, ὡς πολλάκις ἠναγκάσθην φῆσαι διὰ τὴν τῶν ἠπατημένων ἀγνωσίαν τῶν ἀντιλέγειν τολμώντων τῇ τῶν εὐαγγελίων ἀκριβείᾳ τῇ ὑπὸ τοῦ ἁγίου πνεύματος ἀκολούθως ἐκτεθείσῃ. 17. Οὐκ ἐάσει γὰρ χώραν ἡ τοσαύτη ἀκριβὴς ἀπόδειξις τοῖς ἐναντιουμένοις ἑαυτοῖς· οὐ γὰρ λέγω τῇ ἀληθείᾳ, ἐπεὶ μηδὲ δύνανται. δηλοῦται γὰρ ὅτι ἀπὸ τοῦ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ, περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν σημανθέν. καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ' ἑκάστου