245
βοηθεῖσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα. ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναζαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω τινὸς μαθητοῦ μετ' αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιππος καὶ διὰ Φιλίππου Ναθαναήλ. μηδεὶς δὲ καὶ τοῦτο ἀμφιβάλλων περιεργαζέσθω, ὁρῶν ὅτι Ἀνδρέας πρῶτος ὑπήντησε τῷ Ἰησοῦ, ἔπειτα Πέτρος καὶ δι' αὐτοῦ ἐκλήθη, ἵνα ἄρξηται καὶ περὶ τούτου ἀσχάλλειν. ἡ μὲν γὰρ συνάντησις τῷ Ἀνδρέᾳ πρώτῳ γεγένηται, μικροτέρῳ ὄντι τοῦ Πέτρου τῷ χρόνῳ τῆς ἡλικίας· ὕστερον δὲ πάλιν, ὅτε ἡ τελεία αὐτοῖς ἀπόταξις γεγένηται, ἀπὸ τοῦ Πέτρου γέγονεν. ἀφηγεῖτο γὰρ τοῦ ἰδίου ἀδελφοῦ καὶ ᾔδει ὁ κύριος τοῦτο, ὅτι θεός ἐστιν εἰδὼς τὰς κλίσεις τῶν καρδιῶν καὶ γινώσκων τίς ἐν πρώτοις ἄξιος τάττεσθαι, καὶ ἐξελέξατο τὸν Πέτρον ἀρχηγὸν εἶναι τῶν αὐτοῦ μαθητῶν, ὡς πανταχοῦ σαφῶς ἀποδέδεικται. μετέπειτα γὰρ 2.274 ἐλθόντων αὐτῶν καὶ μεινάντων παρ' αὐτῷ τὴν πρώτην ἡμέραν, ὡς ἔφην, τῇ δευτέρᾳ ὁδευσάντων, τῇ τρίτῃ δὲ ἡμέρᾳ τοῦ θεοσημείου τοῦ πρώτου γενομένου, καὶ τινῶν συνόντων αὐτῷ οὐ τοῦ Ἀνδρέου οὐδὲ τοῦ Πέτρου οὐδὲ τοῦ Ἰωάννου οὐδὲ τοῦ Ἰακώβου, ἀλλὰ τῶν περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλων τινῶν, ὡς ἔστι συνιέναι, ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν πάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπου λέγει «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς» καὶ τὰ ἑξῆς. ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς. καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογεῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγματείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης. Τί οὖν ἔδοξε τούτοις τοῖς τὸν ἴδιον νοῦν ἀπατήσασι καὶ τὴν αἵρεσιν ταύτην τῷ βίῳ ἐξεμέσασιν ἀθετεῖν τὸ κατὰ Ἰωάννην εὐαγγέλιον; δικαίως γὰρ ἄλογον τὴν αὐτῶν αἵρεσιν κεκλήκαμεν διὰ τὸ μὴ δέχεσθαι αὐτοὺς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον τὸν διὰ Ἰωάννου κεκηρυγμένον. μὴ νοοῦντες γὰρ τὴν δύναμιν τῶν εὐαγγελίων φασί· πῶς οἱ ἄλλοι εὐαγγελισταὶ εἰρήκασιν ὅτι φυγὰς ᾤχετο ἀπὸ προσώπου Ἡρῴδου 2.275 ὁ Ἰησοῦς εἰς Αἴγυπτον καὶ μετὰ τὴν φυγὴν ἐλθὼν κατέμεινεν εἰς Ναζαρέτ, εἶτα λαβὼν τὸ βάπτισμα ἀπῆλθεν εἰς τὴν ἔρημον καὶ μετὰ ταῦτα ἀνέκαμψε καὶ μετὰ τὸ ἀνακάμψαι ἤρξατο κηρύττειν, 18. τὸ δὲ εὐαγγέλιον τὸ εἰς ὄνομα Ἰωάννου, φασί, ψεύδεται· μετὰ γὰρ τὸ εἰπεῖν ὅτι ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ὀλίγα τινά, εὐθὺς λέγει ὅτι γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. καὶ οὐ μέμνηνται οἱ ἀφροσύνην ἑαυτοῖς ἐπισπώμενοι ὡς Ἰωάννης μετὰ τὸ εἰπεῖν τὸν Λόγον σάρκα γεγενῆσθαι καὶ ἐσκηνωκέναι ἐν ἡμῖν τουτέστιν ἄνθρωπον γεγονέναι, καὶ αὐτὸς λέγει, ὅτι ἦλθε πρὸς τὸν Ἰωάννην τὸν βαπτιστὴν ἐν τῷ Ἰορδάνῃ καὶ ἐβαπτίσθη ὑπ' αὐτοῦ· αὐτὸς γὰρ Ἰωάννης μαρτυρεῖ λέγων τὸν βαπτιστὴν Ἰωάννην εἰρηκέναι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν», καὶ πάλιν ὅτι «τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐν εἴδει περιστερᾶς καὶ μένον ἐπ' αὐτόν», καί «οὗτός ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ὁρᾷς ὅτι οὐδὲν κατὰ ἐπιλησμονὴν ὑφηγεῖται, παρέλειψε δὲ ὁ Ἰωάννης τὰ τῷ Ματθαίῳ πραγματευθέντα. οὐ γὰρ ἦν χρεία ἐκείνων οὐκέτι, ἀλλὰ τῆς τελείας φράσεως πρὸς ἀντίρρησιν τῶν νομιζόντων ἀπὸ Μαρίας καὶ δεῦρο Χριστὸν αὐτὸν καλεῖσθαι καὶ υἱὸν θεοῦ, καὶ εἶναι μὲν πρότερον ψιλὸν ἄνθρωπον, κατὰ προκοπὴν δὲ εἰληφέναι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσηγορίαν. διὸ τῶν