246
ἀναγκαίων ἐπιμέλεται, πάντων μὲν μεγάλων ὄντων καὶ ἀναγκαίων, περιττότερον δὲ τῶν ἐπουρανίων, ποιούμενος τὴν διήγησιν τῆς ἄνωθεν οἰκονομίας. λέγουσι δὲ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀδιάθετον εἶναι, ἐπεὶ μὴ ταῦτα ἔφη, 2.276 λέγω δὲ τὰ κατὰ τὸν πειρασμὸν τῶν τεσσαράκοντα ἡμερῶν, καὶ οὐκ ἀξιοῦσιν αὐτὸ δέχεσθαι, κατὰ πάντα πεπλανημένοι καὶ τυφλώττοντες τὴν διάνοιαν. 19. Τέταρτος γὰρ τῶν εὐαγγελιστῶν κατὰ διαδοχὴν ἐλθὼν ὁ μακάριος Ἰωάννης, πρῶτος μὲν ὢν ἐν τῇ κλήσει μετὰ Πέτρον καὶ Ἀνδρέαν σὺν Ἰακώβῳ τῷ ἀδελφῷ αὐτοῦ, τελευταῖος δὲ τοῖς χρόνοις εὐαγγελισάμενος, τὰ πρὸ αὐτοῦ καλῶς τεταγμένα οὐκ ἐμερίμνησεν ἐκθέσθαι, ἀλλὰ προλαμβάνει τῶν ῥηθέντων τὰ μὴ ῥηθέντα καὶ οὕτως διαλέγεται. ὁ Ματθαῖος γὰρ ἄρχεται ἀπὸ Ἀβραάμ, μετὰ δὲ τὴν ἀρχὴν καὶ μετὰ δύο ἔτη τῆς γεννήσεως πάλιν ποιεῖται τὴν ὑφήγησιν. Μάρκος δὲ ἄρχεται ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, τὴν μεσότητα τῶν μετὰ τὴν ἀρχὴν οὐ διηγούμενος. Λουκᾶς δὲ ἀρχὴν πρὸ τῆς ἀρχῆς ἐπήγαγε, τὴν περὶ τῆς Ἐλισάβετ καὶ Μαρίας πρὸ τοῦ ἐγκύμονας αὐτὰς εἶναι γεγενημένην πραγματείαν. Ἰωάννης δέ, ἔτι πρότερος μὲν ὢν τῇ κλήσει, ὕστερος δὲ τούτων 2.277 κηρύξας, ἐπασφαλίζεται τὴν πρὸ τῆς ἐνσάρκου παρουσίας πραγματείαν. πνευματικὰ γὰρ ἦν τὰ πλεῖστα τὰ ὑπ' αὐτοῦ λεγόμενα, τῶν σαρκικῶν ἤδη ἐπασφαλισθέντων. διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης, κατὰ εὐδοκίαν δὲ πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομηθείσης. καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων εἰσάγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι' ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσσάρων εὐαγγελιστῶν τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκριβῶς κατάσχωμεν. 20. Τελειωθέντων γὰρ πάντων τῶν κατὰ τὸ βάπτισμα καὶ κατὰ τὸν πειρασμόν, ἐλθόντος τοῦ Ἰησοῦ λοιπὸν καὶ ὀλίγων ἡμερῶν χρόνον, καθὼς πολλάκις εἶπον, διατρίψαντος ἔν τε τῇ Ναζαρὲτ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ περὶ τὴν Καφαρναούμ, μετά τε τὸ συναντῆσαι τῷ Ἰωάννῃ ἐπὶ τοῦ Ἰορδάνου * καὶ τῇ ἐπαύριον τινὰς τῶν μαθητῶν συμπαρειληφότος, πρῶτον τοῦτο σημεῖον ἐν Κανᾷ πεποίηκε τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ Ἰωάννου, εἰκοστῇ δὲ τῆς ἀπὸ τοῦ πειρασμοῦ ἐπανόδου, καὶ ἄρχεται τοῦ κηρύγματος. οὔτε γὰρ πρὸ τοῦ πειρασμοῦ ἐν γάμῳ φάσκει τὸν Χριστὸν ἡκέναι οὔθ' ὅλως τι τῶν 2.278 θεοσημείων εἰργάσατο πρὶν ἢ τοῦ κηρύγματος ἤρξατο, εἰ μή τι ἃ λέγεται περὶ αὐτοῦ ἐν παιγνίῳ ὅτε παιδίον ἦν πεποιηκέναι. ἔδει γὰρ καὶ παιδικὰ ἔχειν αὐτὸν σημεῖα, ἵνα μὴ πρόφασις γένηται ταῖς ἄλλαις αἱρέσεσι λέγειν ὅτι ἀπὸ τοῦ Ἰορδάνου ἦλθεν ὁ Χριστὸς εἰς αὐτόν, ὅπερ ἐστὶν ἡ περιστερά· τοῦτο γάρ φασι διὰ τὴν ψῆφον τοῦ ˉω καὶ ἄλφα, ὅ ἐστι περιστερά, ἐπείπερ ἔφη ὁ σωτήρ «ἐγώ εἰμι τὸ ˉα καὶ ἐγώ εἰμι τὸ ˉω». διὸ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς γεννήσεως αὐτοῦ εἰσάγει τὸν Ἰησοῦν ὁ Λουκᾶς εἰρηκότα πρὸς τὴν Μαριὰμ ζητοῦσαν αὐτόν, ἡνίκα τοῖς διδασκάλοις προσδιελέγετο ἐν Ἱεροσολύμοις· «οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;», ἵνα πέσῃ ὁ λόγος τῶν λεγόντων ὅτι ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος υἱὸς γέγονεν θεοῦ, ἐλθούσης εἰς αὐτὸν τῆς περιστερᾶς, ἥν φασιν εἶναι τὸν Χριστόν, καὶ ἵνα σαφῶς γνωσθῇ ὅτι ἄνωθεν ἐπεδήμησεν ὁ θεὸς Λόγος καὶ ἐλθὼν ἐσαρκώθη ἀπὸ Μαρίας καὶ ἐν τῷ Ἰορδάνῃ κατῆλθεν ἐπ' αὐτὸν τὸ πνεῦμα, ἵνα σημάνῃ τίς ἐστιν ὁ μαρτυρούμενος ἀπὸ τοῦ πατρὸς ὅτι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε», καὶ ἵνα γένηται τοῦτο ὑπόδειγμα τοῖς μέλλουσιν ἐν αὐτῷ φωτίζεσθαι, ὅτι καταξιωθήσονται τῆς πνεύματος ἁγίου ἐν τῷ λουτρῷ τῆς δωρεᾶς καὶ ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τῆς ὑπ' αὐτοῦ δοθείσης.