247
21. Ἀπὸ τότε δὲ τὰ τέλεια ἤρξατο ποιεῖν θεοσήμεια ἐν τῷ καιρῷ τοῦ κηρύγματος «τοῦτο γὰρ πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, 2.279 φησίν, ἐν Κανᾷ τῆς Γαλιλαίας», οὐχὶ πρὸ τοῦ βαπτίσματος, ὡς πολλάκις ἔφην, ἀλλ' ὅτε ἀνέκαμψεν ἀπὸ τοῦ πειρασμοῦ, τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὰς δύο ἃς παρ' αὐτῷ ἔμειναν οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες αὐτῷ· ὡς εὐθὺς μετὰ τὰς δύο ἡμέρας, ἃς ἐποίησαν παρ' αὐτῷ, ἐπιφέρει λέγων «καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι». εἶτα εὐθὺς τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. ἔδει γὰρ αὐτὸν ἀπελθόντα εὐθὺς γάμων τελουμένων εἰς τὴν τιμὴν αὐτῶν κληθῆναι, ἐπ' εὐλογίᾳ τοῦ γάμου. καί φησι «γάμος ἐγένετο τῇ τρίτῃ ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ' αὐτοῦ εἰς τὸν γάμον»· «καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου». * μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ. ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν «ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν». ὁ δὲ Λουκᾶς καὶ τὴν ἀπὸ τοῦ ὄρους ὁρμὴν ἀκριβῶς δηλώσας πρῶτον μὲν περὶ τοῦ ὄρους εἰπὼν καὶ τῶν βασιλειῶν ὧν ἔδειξε τῷ 2.280 κυρίῳ ὁ διάβολος, ὕστερον λέγει περὶ τοῦ πτερυγίου καὶ Ἱερουσαλήμ, καὶ ὡς ἀνέκαμψεν εἰς τὴν Γαλιλαίαν καὶ Ναζαρέτ. συνῳδὰ δὲ καὶ ὁ Ματθαῖος λέγει «καταλιπὼν τὴν Ναζαρὲτ ἦλθεν εἰς τὴν Καφαρναούμ». ἦλθε γὰρ εἰς Ναζαρὲτ κἀκεῖθεν εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, καὶ μετὰ τὸ διελθεῖν διὰ τοῦ Ἰορδάνου πάλιν τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὰ οἰκεῖα ἔνθα ἀνετέθραπτο, πρὸς τὴν μητέρα ἐν Ναζαρέτ, ἐκεῖ τε παραμείνας δύο ἡμέρας, ὅτε καὶ οἱ περὶ Ἀνδρέαν παρ' αὐτῷ ἔμειναν, λοιπὸν ἠπείγετο τῆς σωτηρίας τῶν ἀνθρώπων ἕνεκεν τοῦ κηρύγματος ἄρξασθαι· καὶ ἔμεινε μὲν δύο ἡμέρας διὰ τὸ διὰ χρόνου ἡκέναι, ἔχων μεθ' ἑαυτοῦ οὓς ἤδη παρείληφε μαθητάς, καὶ ἀπολύσας τοὺς δύο τοὺς ἀκολουθήσαντας αὐτῷ εὐθὺς ἐξῆλθεν ἐπὶ τὴν Γαλιλαίαν διὰ τὸ κήρυγμα καὶ διὰ τὸ ἔργον τοῦ θεοσημείου τοῦ ἐν τῷ γάμῳ ἐπιτελεσθέντος. βλέπε γὰρ πῶς ἐπασφαλίζεται ἡμᾶς ὁ λόγος, ὡς Ἰωάννης ὁ βαπτιστὴς μαρτυρεῖ λέγων ὡς παρῳχηκότος ἤδη τοῦ ἔργου ὅτι «κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν εἶπέ μοι· ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς, οὗτός ἐστιν». ἀποστέλλων γὰρ ὁ πατὴρ τὸν Ἰωάννην βαπτίζειν τοῦτο αὐτῷ τὸ σημεῖον ἐδωρήσατο, ἵν' ὅταν ἴδῃ, ἐπιγνῷ τὸν ἄνωθεν τῷ κόσμῳ ἀποσταλέντα σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν. Ἀνατρέπονται τοίνυν οἱ τοιοῦτοι αἱρεσιῶται ἀπὸ τῆς ἀληθείας τῶν θείων γραφῶν καὶ τῆς ἀκριβείας, μάλιστα ἀπὸ τῆς συμφωνίας τῶν τεσσάρων εὐαγγελίων. οὐ γάρ τις τῶν εὖ φρονούντων 2.281 ἀποβάλοιτο τὰ τῷ ἁγίῳ πνεύματι διὰ τῶν θείων εὐαγγελίων ἀκριβῶς πάντῃ πεπραγματευμένα. κἄν τε γὰρ λέγωσιν, ὅτι ὁ μὲν Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ διηγήσαντο περὶ τοῦ σωτῆρος ὅτι μετὰ τὸ βάπτισμα ἀνήχθη εἰς τὴν ἔρημον καὶ ἐποίησεν ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων, ἀλλ' εὐθὺς ἀπὸ πρώτης, ὅτε ἦλθεν ὁ σωτὴρ πρὸς τὸν Ἰωάννην, καὶ τὰ ἄλλα ὅσα † λέγει αὐτὸν πεποιηκέναι, φανήσονται κατὰ πάντα κατὰ τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες. Ἰωάννης γὰρ ὁ εὐαγγελιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ