249
καταγνωστέαι αἱ αἱρέσεις ἐλλιπῆ ποιοῦσαι τὸν υἱὸν πρὸς τὸν πατέρα; «ἴσον» γὰρ φασίν «ἑαυτὸν ποιῶν τῷ θεῷ», λέγει τὸ εὐαγγέλιον. «μετὰ δὲ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.» λοιπὸν ὡς λέγει τὰ ἄλλα εὐαγγέλια, παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται. 22. Κατηγοροῦσι δὲ οἱ αὐτοὶ πάλιν τοῦ ἁγίου εὐαγγελιστοῦ, μᾶλλον δὲ αὐτοῦ τοῦ εὐαγγελίου, ὅτι, φησίν, ὁ Ἰωάννης ἔφη δύο Πάσχα τὸν σωτῆρα πεποιηκέναι ἐν περιόδῳ ἐνιαυτῶν δύο, οἱ δὲ ἄλλοι εὐαγγελισταὶ περὶ ἑνὸς Πάσχα διηγοῦνται. καὶ οὐκ ἴσασιν οἱ ἰδιῶται ὅτι οὐ μόνον δύο Πάσχα ὁμολογεῖ τὰ εὐαγγέλια, ὡς πανταχόθεν ἐδείξαμεν, ἀλλὰ δύο μὲν πρῶτα λέγει καὶ αὐτὸ δὲ ἐν ᾧ πέπονθεν ὁ 2.284 σωτὴρ ἄλλο Πάσχα, ὡς εἶναι τρία Πάσχα ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος καὶ τῆς ἀρχῆς τοῦ κηρύγματος ἐπὶ τρισὶν ἔτεσιν ἕως τοῦ σταυροῦ. Γεννᾶται μὲν γὰρ ὁ σωτὴρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν Ῥωμαίων ἐν ὑπατείᾳ τοῦ αὐτοῦ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ὡς ἔχει τὰ παρὰ Ῥωμαίοις ὑπατάρια. κεῖται γὰρ ἐν αὐτοῖς οὕτως· «τούτων ὑπατευόντων, φημὶ δὲ Ὀκταυίου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ἐγεννήθη Χριστὸς τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων μετὰ δεκατρεῖς ἡμέρας τῆς χειμερινῆς τροπῆς καὶ τῆς τοῦ φωτὸς καὶ ἡμέρας προσθήκης.» ταύτην δὲ τὴν ἡμέραν ἑορτάζουσιν Ἕλληνες, φημὶ δὲ οἱ εἰδωλολάτραι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων, τῇ παρὰ Ῥωμαίοις καλουμένῃ Σατουρνάλια, παρ' Αἰγυπτίοις δὲ Κρόνια, παρὰ Ἀλεξανδρεῦσι δὲ Κικέλλια. τῇ γὰρ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων τοῦτο τὸ τμῆμα γίνεται, ὅ ἐστι τροπή, καὶ ἄρχεται αὔξειν ἡ ἡμέρα τοῦ φωτὸς λαμβάνοντος τὴν προσθήκην, πληροῖ δὲ δεκατριῶν ἡμερῶν ἀριθμὸν εἰς τὴν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ἕως ἡμέρας τῆς τοῦ Χριστοῦ γεννήσεως προστιθεμένου τριακοστοῦ ὥρας ἑκάστῃ ἡμέρᾳ· ὡς καὶ ὁ παρὰ τοῖς Σύροις σοφὸς Ἐφραῒμ ἐμαρτύρησε τούτῳ τῷ λόγῳ ἐν ταῖς αὐτοῦ ἐξηγήσεσι λέγων ὅτι «οὕτως γὰρ ᾠκονομήθη ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 2.285 παρουσία, ἡ κατὰ σάρκα γέννησις εἴτ' οὖν τελεία ἐνανθρώπησις, ὃ καλεῖται Ἐπιφάνεια, ἀπὸ τῆς ἀρχῆς τῆς τοῦ φωτὸς αὐξήσεως ἐπὶ δέκα τριῶν ἡμερῶν διαστήματι· ἐχρῆν γὰρ καὶ τοῦτο τύπον γενέσθαι ἀριθμοῦ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δώδεκα μαθητῶν, ὃς τὸν τῶν δεκατριῶν ἡμερῶν τῆς τοῦ φωτὸς αὐξήσεως ἐπλήρου ἀριθμόν». πόσα τε ἄλλα εἰς τὴν τούτου τοῦ λόγου ὑπόθεσίν τε καὶ μαρτυρίαν, φημὶ δὲ τῆς τοῦ Χριστοῦ γεννήσεως, γέγονέν τε καὶ γίνεται. καὶ γὰρ καὶ μέρος τι τῆς ἀληθείας ἀναγκαζόμενοι ὁμολογεῖν οἱ τῆς τῶν εἰδώλων θρῃσκείας ἀρχηγέται καὶ ἀπατηλοὶ εἰς τὸ ἐξαπατῆσαι τοὺς πεισθέντας αὐτοῖς εἰδωλολάτρας ἐν πολλοῖς τόποις ἑορτὴν μεγίστην ἄγουσιν ἐν αὐτῇ τῇ νυκτὶ τῶν Ἐπιφανείων, εἰς τὸ ἐπὶ τῇ πλάνῃ ἐλπίσαντας μὴ ζητεῖν τὴν ἀλήθειαν. πρῶτον μὲν ἐν Ἀλεξανδρείᾳ ἐν τῷ Κορείῳ οὕτω καλουμένῳ· ναὸς δέ ἐστι μέγιστος τουτέστιν τὸ τέμενος τῆς Κόρης. ὅλην γὰρ τὴν νύκτα ἀγρυπνήσαντες ἐν ᾄσμασί τισι καὶ αὐλοῖς τῷ εἰδώλῳ ᾄδοντες καὶ παννυχίδα διατελέσαντες μετὰ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν κατέρχονται λαμπαδηφόροι εἰς σηκόν τινα ὑπόγαιον καὶ ἀναφέρουσι ξόανόν τι ξύλινον ἐν φορείῳ καθεζόμενον γυμνόν, ἔχον σφραγῖδά τινα σταυροῦ ἐπὶ τοῦ μετώπου διάχρυσον καὶ ἐπὶ ταῖς ἑκατέραις