250
χερσὶν ἄλλας δύο τοιαύτας σφραγῖδας καὶ ἐπ' αὐτοῖς τοῖς δυσὶ γονάτοις 2.286 ἄλλας δύο, ὁμοῦ δὲ τὰς πέντε σφραγῖδας ἀπὸ χρυσοῦ τετυπωμένας, καὶ περιφέρουσιν αὐτὸ τὸ ξόανον ἑπτάκις κυκλώσαντες τὸν μεσαίτατον ναὸν μετὰ αὐλῶν καὶ τυμπάνων καὶ ὕμνων καὶ κωμάσαντες καταφέρουσιν αὐτὸ αὖθις εἰς τὸν ὑπόγαιον τόπον. ἐρωτώμενοι δὲ ὅτι τί ἐστι τοῦτο τὸ μυστήριον ἀποκρίνονται καὶ λέγουσιν ὅτι ταύτῃ τῇ ὥρᾳ σήμερον ἡ Κόρη τουτέστιν ἡ παρθένος ἐγέννησε τὸν Αἰῶνα. τοῦτο δὲ καὶ ἐν Πέτρᾳ τῇ πόλει μητρόπολις δέ ἐστι τῆς Ἀραβίας, ἥτις ἐστὶν Ἐδὼμ ἡ ἐν ταῖς γραφαῖς γεγραμμένη ἐν τῷ ἐκεῖσε εἰδωλείῳ οὕτως γίνεται, καὶ Ἀραβικῇ διαλέκτῳ ἐξυμνοῦσι τὴν παρθένον, καλοῦντες αὐτὴν Ἀραβιστὶ Χααμοῦ τουτέστιν Κόρην 2.287 εἴτ' οὖν παρθένον καὶ τὸν ἐξ αὐτῆς γεγεννημένον ∆ουσάρην τουτέστιν μονογενῆ τοῦ δεσπότου. τοῦτο δὲ καὶ ἐν Ἐλούσῃ γίνεται τῇ πόλει κατ' ἐκείνην τὴν νύκτα, ὡς ἐκεῖ ἐν τῇ Πέτρᾳ καὶ ἐν Ἀλεξανδρείᾳ. ἐκ πολλῶν δὲ ἠναγκάσθημεν παραστῆσαι διὰ τοὺς ἀπειθοῦντας ὅτι τὰ Ἐπιφάνεια καλῶς εἴρηται ἡ ἔνσαρκος γέννησις τοῦ σωτῆρος ἡ ἐν Βηθλεὲμ γενομένη, ὀγδόῃ ὥρᾳ γεννηθέντος αὐτοῦ καὶ ἐπιφανέντος τοῖς ποιμέσι καὶ τῷ κόσμῳ διὰ τῆς τῶν ἀγγέλων μαρτυρίας· ἐπεφάνη δὲ καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσήφ. ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ καὶ ὁ ἀστὴρ ἐφάνη ἐν τῇ ἀνατολῇ τοῖς μάγοις πρὸ δύο ἐτῶν τῆς αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ Βηθλεὲμ ἀφίξεως, ὅτε καὶ ἀκριβῶς ὁ Ἡρῴδης ἐπυνθάνετο παρ' αὐτῶν τῶν μάγων τὸν χρόνον τοῦ φανέντος ἀστέρος καὶ ἤκουσε παρ' αὐτῶν ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω, ὃ καὶ αὐτὸ τὸ ῥῆμα τῶν Ἐπιφανείων ἐποιεῖτο τὴν ἐπωνυμίαν ἐκ τοῦ τὸν Ἡρῴδην λέγειν «τοῦ φανέντος ἀστέρος». διὸ τῶν μὲν λεγόντων ὅτι «ποῦ ἐστιν ὁ βασιλεὺς ὁ τεχθεὶς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ», ὁ Ἡρῴδης οὐ περὶ ψιλοῦ ὀνόματος ἀνθρώπου βασιλέως τὸ πρᾶγμα ἐσκόπησε. διανοηθεὶς γὰρ τὸ πρᾶγμα καὶ θαυμάσας ὅτι πολλοὶ βασιλεῖς ἐγεννήθησαν ἐν Ἱερουσαλήμ, πρῶτος Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, δεύτερος ∆αυὶδ ἐκ φυλῆς Ἰούδα καὶ τούτου υἱὸς Σολομῶν, υἱὸς δὲ τοῦ Σολομῶντος Ῥοβοὰμ καὶ τούτου υἱοὶ κατὰ διαδοχήν, καὶ οὐδέποτε ἐπὶ ἑνὶ τούτων γεννηθέντι ἀστὴρ ἐφάνη οὐδὲ ἔλευσις μάγων ἐγένετο ἐπὶ τὸ ἐλθεῖν καὶ προσκυνῆσαι τὸν γεννηθέντα βασιλέα ἀλλ' ἢ τότε μόνον, -ὅθεν τοῦτο σκεψάμενος τις καὶ τὴν διά2.288 νοιαν αὐτοῦ ἐπὶ τὴν γνῶσιν τῆς ἀληθείας ἠκόντισε, μαθὼν ὅτι τὸ σημεῖον τοῦτο οὐκ ἀνθρώπου ἐστίν, ἀλλὰ κυρίου μόνου. διὸ οὐκέτι περὶ βασιλέως ἠρώτα ἐπιγείου ἢ ἀνθρώπου, ἀλλὰ περὶ Χριστοῦ, λέγων τοῖς γραμματεῦσι καὶ ἱερεῦσι «ποῦ ὁ Χριστὸς γεννᾶται;» καὶ ἤκουσε παρ' αὐτῶν «ἐν Βηθλεὲμ τῆς Ἰουδαίας»· καὶ παρὰ μὲν τούτων ἐρωτήσας τὸν τόπον ἔγνω, παρὰ δὲ τῶν μάγων τὸν χρόνον. καὶ γὰρ καὶ αὐτοὶ οἱ μάγοι μετὰ διετίαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων εἰς Βηθλεὲμ ἐγένοντο καὶ τὰ δῶρα προσήνεγκαν, καὶ τὴν σμύρναν καὶ τὸν χρυσὸν καὶ τὸν λίβανον. ἐν αὐτῇ γὰρ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων αἱ ἀρχαὶ γεγόνασι πολλῶν πραγμάτων σημείων τῆς ἐπιφανείας. αὕτη δὲ ἦν ἡ ἡμέρα, ὡς ἄνω προεῖπον καὶ πολλάκις ἀναγκάζομαι λέγειν, ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, μετὰ δεκατρεῖς ἡμέρας τῆς τοῦ φωτὸς καὶ ἡμέρας αὐξήσεως, ἥτις ἐστὶν ἀπὸ τῆς τροπῆς τῆς χειμερινῆς τουτέστιν ἀπὸ τῆς πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων ἕως αὐτῆς τῆς γενεθλίου καὶ Ἐπιφανείων ἡμέρας διὰ τὸν προδηλωθέντα τύπον, αὐτοῦ τοῦ σωτῆρος καὶ τῶν δώδεκα αὐτοῦ μαθητῶν τὸν τρισκαιδέκατον ἀριθμὸν πληρούντων. Γεννᾶται οὖν ὁ σωτὴρ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν Ῥωμαίων, ὑπατείᾳ τῇ προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔγουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι Ῥωμαίοις. ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ