251
τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος 2.289 καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα * ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν κατασταθέντος, προσηλύτου μέντοι γε, εἶτα Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐλθόντος τε ἐπὶ τὸ κήρυγμα, ληξάντων τῶν ἀπὸ Ἰούδα καὶ Ἀαρὼν χριστῶν ἡγουμένων, διαρκεσάντων ἕως Ἀλεξάνδρουχριστοῦ ἡγουμένου καὶ Σαλίνας τῆς καὶ Ἀλεξάνδρας· ἐφ' οἷς ἐπληρώθη ἡ προφητεία τοῦ Ἰακώβ, τό «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν», ὅ ἐστιν ὁ γεννηθεὶς κύριος. ταῦτα πάντα ἐτελειοῦτο ἀρξάμενα ἀπὸ τῆς γεννήσεως τῆς ἐν Βηθλεέμ, ἣ ἐγένετο ἐν τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς πάσης βασιλείας Αὐγούστου, ὃ ἦν μετὰ πέμπτον ἔτος τῆς ἐπιτροπῆς Ἀντιπάτρου τοῦ πατρὸς Ἡρῴδου, ὅτε φιλία ἦν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ μέρη δομάτων, καὶ μετὰ τὴν ἐπιτροπὴν Ἀντιπάτρου τὴν ἀπὸ ἕκτου Αὐγούστου ἕως ἐνάτου αὐτοῦ, Ἡρῴδου τε κατασταθέντος ἀπὸ τοῦ δεκάτου ἔτους καὶ μέρους φόρων διδομένου ἕως τρισκαιδεκάτου ἔτους, ὃ ἦν τέταρτον ἔτος τῆς βασιλείας Ἡρῴδου κατασταθέντος ὑπὸ Αὐγούστου· μετὰ δὲ τὸ τέταρτον ἔτος Ἡρῴδου λοιπὸν τελείως παραδοθείσης τῆς Ἰουδαίας. ἕως τριακοστοῦ τρίτου ἔτους Ἡρῴδου, Αὐγούστου δὲ τεσσαράκοντα δύο ἔτη πληρώσαντος, κρατηθείσης τε τῆς πάσης Ἰουδαίας, ὡς ἔφην, 2.290 μετὰ τὸ ποιῆσαι αὐτὴν εἰκοσιεννέα ἔτη ὑπόφορον Ῥωμαίοις, καὶ μετὰ τὸ κατασταθῆναι ἐπίτροπον τὸν Ἀντίπατρον Ἡρῴδου πατέρα, μετά τε τὸ Ἡρῴδην βασιλέα κατασταθῆναι ὑπὸ Αὐγούστου ἐν τῷ δεκάτῳ ἔτει τοῦ αὐτοῦ Αὐγούστου ἐπὶ τῆς Ἰουδαίας. ˉα. Ταῦτα δὲ ἐπραγματεύθη ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ ὑπάτου, ὡς πολλάκις ἔφην, ἥντινα ὑπατείαν διεδέξαντο αἱ ὑποτεταγμέναι ὑπατεῖαι ἀκολούθως οὕτως· ˉβ. Λεντούλου καὶ Πίσωνος. ˉγ. Λουκίου Καίσαρος καὶ Παύλου. ˉδ. Οὐινδικίου καὶ Οὐάρου. ˉε. Λαμίου καὶ Σερουιλίου Νοννίου. ˉ. Μάγνου Πομπηίου καὶ Οὐαλερίου. ˉζ. Λεπίδου καὶ Ἀρουγκίου. ˉη. Καίσαρος καὶ Καπίτωνος. ˉθ. Κρητικοῦ καὶ Νερούα. ˉι. Καμίλλου καὶ Κυϊντιλλιανοῦ. ˉιˉα. Καμήρου καὶ Σαβίνου. ˉιˉβ. ∆ολαβέλλα καὶ Σιλανοῦ. ˉιˉγ. Λεπίδου καὶ Ταύρου. 2.291 ˉιˉδ. Φλάγκου καὶ Σιλανοῦ. ˉιˉε. τῶν δύο Σέξτων. ˉιˉ. Πομπηΐου Μάγνου καὶ Ἀπουληίου. ˉιˉζ. Βρούττου καὶ Φλάγκου. ˉιˉη. Ταύρου καὶ Λίβωνος. ˉιˉθ. Κράσσου καὶ Ῥούφου. ˉκ. Τιβερίου Καίσαρος τὸ δεύτερον καὶ ∆ρούσου Γερμανοῦ τὸ δεύτερον. ˉκˉα. Σιλανοῦ καὶ Βάλβου. ˉκˉβ. Μεσσάλα καὶ Γράτου. ˉκˉγ. Τιβερίου Καίσαρος τὸ τρίτον καὶ ∆ρούσου Γερμανοῦ τὸ τρίτον ˉκˉδ. Ἀγρίππου καὶ Γάλβου. ˉκˉε. Πολλίωνος καὶ Οὐέτερος. ˉκˉ. Κεθήγου καὶ Οὐάρου. ˉκˉζ. Ἀγρίππου τὸ δεύτερον καὶ Λεντούλου Γάλβου. ˉκˉη. Γετουλικοῦ καὶ Σαβίνου. ˉκˉθ. Κράσσου καὶ Πίσωνος. ˉλ. Σιλανοῦ καὶ Νερούα. 23. Καὶ ὁρᾷς ὅτι τριακονταετής ἐστιν χρόνος, διὸ ἐφιλοτιμησάμεθα τὰς καθεξῆς ὑπατείας ἀκριβῶς θέσθαι, εἰς τὸ τοὺς διερχομένους ἰδεῖν ὅτι οὐκ ἔστιν τι παραπεποιημένον ἐν τῷ θείῳ δόγματι τῆς ἀληθείας, ἀλλὰ μετὰ ἀκριβείας τὰ πάντα τῇ ἐκκλησίᾳ κεκήρυκται, τίς γὰρ ἀριθμήσας τὰς μὴ δυναμένας σφαλῆναι καθ' εἱρμὸν ὑπατείας οὐ καταγνώσεται τῶν νομιζόντων διαφωνίαν εἶναι ἐν τῷ τῶν ἐτῶν 2.292 ἀριθμῷ τῷ παρὰ τοῖς εὐαγγελισταῖς ᾀδομένῳ; διὰ τοῦτο γὰρ καὶ ἔπεσον αἱ πρότερον περὶ Οὐαλεντῖνον καί τινας ἄλλους αἱρέσεις, αἱ μυθωδῶς ἀναγραψάμεναι τοὺς τριάκοντα αἰῶνας, οὓς ἐνόμισαν ἀπεικάζειν τοῖς τοῦ σωτῆρος ἔτεσιν, ἵνα δῆθεν δύνωνται τῶν παρ' αὐτοῖς αἰώνων καὶ ἀρχῶν ἀναγράφειν τὴν μυθοποιίαν. εὑρίσκεται