254
μῆνας εἰς τὰ ὀγδοήκοντα καὶ πέντε ἔτη, οἵτινες ὤφειλον εἶναι κατὰ τὴν ἀκρίβειαν τριάκοντα εἷς μὴν καὶ † ˉκˉα ἡμέραι καὶ ὧραι ˉγ. 27. Ἕνεκεν τοίνυν τούτου τότε σφαλέντες οὐ μόνον προέλαβον θορυβούμενοι τὰς δύο ἡμέρας βεβρωκότες τὸ Πάσχα, ἀλλὰ καὶ τὴν ὑπέρβατον προσθέντες μίαν ἡμέραν *, κατὰ πάντα τρόπον αὐτοὶ μὲν σφαλέντες· ἡ δὲ οἰκονομία τῆς ἀληθείας ἀκριβέστατα πάντα ἡμῖν σωτηριωδῶς εἰργάσατο. ὅθεν καὶ αὐτὸς ὁ σωτὴρ τὸ Πάσχα τελειώσας ἐξῆλθεν εἰς τὸ ὄρος μετὰ τὸ βεβρωκέναι «ἐπιθυμίᾳ ἐπιθυμήσας». καὶ ἐκεῖνο τὸ Πάσχα τὸ Ἰουδαϊκὸν μετὰ τῶν μαθητῶν ἔφαγεν, οὐκ ἄλλως ποιήσας, ἀλλὰ καὶ αὐτὸς μετὰ τῶν ποιούντων ἴσως ποιήσας, ἵνα μὴ καταλύσῃ τὸν νόμον, ἀλλὰ πληρώσῃ. καὶ οὕτως μετὰ τὸ ὑπερβῆναι τριακοστὸν ἔτος ὅτε ἐβαπτίσθη καὶ μετὰ τὸ τριακοστὸν πρῶτον, κηρύξας πληρέστατον ἐνιαυτὸν δεκτὸν καὶ μὴ ἀντιλεγόμενον, κηρύξας δὲ ἄλλον ἐνιαυτὸν ἀντιλεγόμενον καὶ ἐν διωγμῷ ὄντα ἐγκοτούμενόν τε, καὶ μετὰ τοῦτο ἄλλον ἐνιαυτὸν ὑπερβὰς ἀπὸ τῆς τῶν γενεθλίων αὐτοῦ ἡμέρας τουτέστιν Ἐπιφανείων, ἥτις τυγχάνει πέμπτη εἰς ἕκτην ἐπιφώσκουσα Ἰανουαρίου μηνός, κατὰ δὲ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, ἐπὶ ὅλας ἑβδομήκοντα τέσσαρας ἡμέρας, ὡς προείπαμεν, ἕως τῆς πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων, * καὶ κατ' Αἰγυπτίους Φαμενὼθ τετάρτῃ καὶ εἰκάδι ἐτέλεσε τριάκοντα δύο ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀπὸ Ἐπιφανείων. καὶ ἀναστὰς κατ' Αἰγυπτίους Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, ἥτις ἦν ἰσημερία παρελθούσης νυκτὸς καὶ ἰσονυκτία μετὰ τὴν 2.299 πέμπτην καὶ εἰκάδα καὶ πρὸ ˉιˉα καλανδῶν Ἀπριλλίων *, ἵνα εὑρεθῶσι πάντες ψευδόμενοι οἱ μὴ ὄντες υἱοὶ τῆς ἀληθείας. 28. Εὐθὺς πρῶτος Οὐαλεντῖνος * δραματουργήσας, τριάκοντα ἡμῖν αἰῶνας ἀπὸ τοῦ τριακονταετοῦς νομίζων * τῆς τοῦ σωτῆρος ἀναγωγῆς καὶ ἀνδρώσεως τῆς αὐτοῦ ἡλικίας, οὐκ εἰδὼς ὅτι οὐ τριάκοντα ἔτη μόνον ἐποίησεν, ἀλλὰ ἐν τῷ τριακοστῷ ἐβαπτίσθη μετὰ τὸ πληρῶσαι εἰκοσιεννέα ἔτη καὶ μῆνας δέκα, τῇ δωδεκάτῃ ὡς προεῖπον Ἀθύρ, πρὸ ἓξ εἰδῶν Νοεμβρίων, καὶ μετὰ ταῦτα κηρύξας * ἐνιαυτὸν κυρίου δεκτὸν καὶ μετὰ τὸν πρῶτον ἐνιαυτὸν ἄλλον ἐνιαυτὸν ἀντιλεγόμενον καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ ἑξήκοντα ἡμερῶν τῶν αὐτοῦ γενεθλίων· ὥστε εἶναι τὰ πάντα ἔτη τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἕως τοῦ πάθους ἀπὸ τῆς γεννήσεως ˉλˉβ ἔτη καὶ ˉοˉδ ἡμέρας, ἀπὸ δὲ ἀρχῆς * ὑπατείας Σιλανοῦ καὶ Νερούα δύο ἔτη καὶ ˉρˉλˉδ ἡμέρας. καὶ ἐλήλεγκται μὲν ἐνταῦθα ὁ προειρημένος Οὐαλεντῖνος καὶ οἱ πολλοὶ οἱ κατ' αὐτὸν ἀφραίνοντες. ἠλέγχθησαν δὲ καὶ οἱ ἀποβαλλόμενοι τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, οὓς δικαίως Ἀλόγους καλέσαιμι, ἐπειδὴ τὸν Λόγον τοῦ θεοῦ ἀποβάλλονται, τὸν διὰ Ἰωάννου κηρυχθέντα πατρικὸν θεὸν Λόγον, ἀπ' οὐρανοῦ κατεληλυθότα καὶ σωτηρίαν ἡμῖν ἐργασάμενον διὰ τῆς πάσης ἐνσάρκου αὐτοῦ παρουσίας, ὅτι ἀπό τε τῶν ὑπατειῶν καὶ ἀπὸ τῶν ἐτῶν καὶ ἀπὸ τῆς συστάσεως τοῦ προφήτου Ἠσαΐου καὶ ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ ἀπὸ τοῦ κατὰ Ἰωάννην καὶ ἀπὸ τοῦ κατὰ Ματθαῖον καὶ ἀπὸ τοῦ κατὰ Μάρκον καὶ ἁπαξαπλῶς πανταχόθεν ἠλέγχθησαν οἱ πεπλανημένοι, ὅτι οὐ μόνον ἓν Πάσχα μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος κατὰ περίοδον χρόνου ἐνιαυτοῦ ἀπετέλεσεν, ἀλλὰ καὶ περιόδους τριῶν ὑπατειῶν παρά τι ἐπλήρωσε μετὰ τὸ ἀπὸ τοῦ Ἰωάννου βάπτισμα. καὶ ἐξέπεσεν ὁ τῶν ἀπαρακολουθήτων λόγος παντάπασι τῆς πλάνης * καὶ 2.300 ἀνοίας καὶ ἀμαθίας, οὐ μόνον μὴ γινωσκούσης τὴν ἑαυτῆς ζωήν, ἀλλὰ καὶ ψευδῶς κατὰ τῆς ἀληθείας μάτην ἐπιστρατευομένης. 29. Εὑρήκαμεν γὰρ καὶ ἐμφερόμενόν που ἐν τοῖς λόγοις τούτοις γεγραμμένον ὅτι ὁ ἐκ τοῦ θεοῦ Λόγος τοῦ θεοῦ ἐγεννήθη περὶ τὸ τεσσαρακοστὸν ἔτος Αὐγούστου, ὅπερ λέληθε τὸν γράψαντα, ἢ τῆς διὰ τοῦ βῆτα ψήφου ἀπαλειφθείσης καὶ τοῦ μῦ μόνον