255
παραμεμενηκότος ˉμ ἐποίησε μόνα ἔτη· τῷ γὰρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου ἐγεννήθη. φάσκει δὲ ὅτι πρὸ δεκαδύο καλανδῶν Ἰουλίων ἢ Ἰουνίων οὐκ ἔχω λέγειν ἐν ὑπατείᾳ Σουλπικίου Καμμαρίνου † Βεττέῳ Πομπηιανῷ ὑπάτοις συνελήφθη· καὶ τοῦτο δὲ ἐσκόπησα, ὅτι οἱ εἰπόντες τὴν ἡμέραν τῆς συλλήψεως καὶ ὡς εὐηγγελίσατο ὁ Γαβριὴλ τὴν παρθένον, εἶπαν τοῦτο διὰ τὴν ὑπόνοιαν τῶν τινῶν † λεγόντων ἐν παραδόσει ὡς ὅτι διὰ ἑπτὰ μηνῶν ἐγεννήθη. εὑρήκαμεν γὰρ ἀπὸ τούτου τοῦ † προπόσων ἕως ἑνδεκάτης Τυβὶ καὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ὅτε ἀληθῶς τὰ θεοφάνεια ἐγένετο καὶ ἐγεννήθη, ἑπτὰ μηνῶν χρόνον κατὰ τὸν σεληνιακὸν δρόμον παρὰ ἡμέρας τέσσαρας. ὥστε οὖν εἰ εὕροις ἐν παρασημειώσεσί που ταῦτα γεγραμμένα, μὴ σφάλλου περὶ τὴν εἴδησιν. τῷ μὲν γὰρ ὄντι ἡ βεβαία γέννησις τοῦ Χριστοῦ Τυβὶ ἑνδεκάτη ἐστί. τινὲς δέ φασιν ὡς δέκα μῆνας ἐνεκυμονήθη παρὰ ἡμέρας ˉιˉδ καὶ ὥρας ὀκτώ, ὡς εἶναι ἐννέα μῆνας καὶ ἡμέρας δεκαπέντε καὶ ὥρας τέσσαρας, 2.301 αἰνιττόμενοι τὸ παρὰ τῷ Σολομῶντι εἰρημένον «δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι». ὅμως ἐκ πανταχόθεν δέδεικται ὅτι τῇ ἑνδεκάτῃ Τυβὶ κατ' Αἰγυπτίους ἡ προειρημένη τοῦ κυρίου ἔνσαρκος γέννησις ἐγένετο. καὶ περὶ αὐτὴν τὴν ἑνδεκάτην μετὰ ἔτη τριάκοντα γέγονε τὸ πρῶτον σημεῖον ἐν Κανᾷ τῆς Γαλιλαίας, ὅτε τὸ ὕδωρ οἶνος ἐγένετο. 30. διὸ καὶ ἐν πολλοῖς τόποις ἄχρι τῆς δεῦρο τουτὶ γίνεται διὰ τὸ τότε γεγενημένον θεοσήμειον εἰς μαρτύριον τοῖς ἀπιστοῦσιν, ὡς μαρτυροῦσιν ἐν πολλοῖς τόποις πηγαί τε καὶ ποταμοὶ εἰς οἶνον μεταβαλλόμενοι· Κιβύρης μὲν τῆς πόλεως τῆς Καρίας ἡ πηγή, καθ' ἣν ἤντλησαν ὥραν οἱ διάκονοι καὶ εἶπεν «δότε τῷ ἀρχιτρικλίνῳ»· μαρτυρεῖ δὲ καὶ ἡ ἐν Γεράσῃ τῆς Ἀραβίας πηγὴ ὡσαύτως· αὐτοὶ γὰρ ἡμεῖς πεπώκαμεν ἀπὸ τῆς Κιβυρικῆς, ἡμέτεροι δὲ ἀδελφοὶ ἀπὸ τῆς ἐν Γεράσῃ πηγῆς τῆς ἐν τῷ μαρτυρίῳ. πολλοὶ δὲ καὶ ἐν Αἰγύπτῳ περὶ τοῦ Νείλου τοῦτο μαρτυροῦσι. διόπερ ἐν τῇ ἑνδεκάτῃ τοῦ Τυβὶ κατ' Αἰγυπτίους πάντες ὑδρεύονται ὕδωρ καὶ ἀποτιθέασιν ἐν αὐτῇ τῇ Αἰγύπτῳ καὶ ἐν πολλαῖς πατρίσιν. 2.302 οὕτως γὰρ εὑρίσκεται μετὰ τὴν δωδεκάτην Ἀθύρ, ἀπελθόντος καὶ πειρασθέντος τεσσαράκοντα ἡμέρας καὶ ἐλθόντος εἰς Ναζαρὲτ καὶ μείναντος ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς, κατελθεῖν ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην διατελέσαι τε πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἀνακάμψαι εἰς Ναζαρὲτ καὶ μεῖναι ὡσαύτως πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἐξελθεῖν τῇ τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας ˉξ ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς Ναζαρὲτ δύο ἑβδομάδας καὶ δύο ἡμέρας καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν τῷ γάμῳ γεγενῆσθαι. μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόντα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου. διὸ λέγουσι «ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμεν ἐν Καφαρναούμ σε πεποιηκέναι»· ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰς Καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ' οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν τε τοὺς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν. κατὰ γὰρ τὴν ἀκολουθίαν, ὡς ἔφαμεν, μετὰ τὰς ˉμ ἡμέρας καὶ τὰς ἄλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς ἐν Ναζαρὲτ πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέραν καὶ τὴν αὔριον· ἀπ' αὐτοῦ δὲ ἀνακάμψαντος εἰς Ναζαρὲτ καὶ μείναντος ἀπὸ ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντή2.303 σαντος Φιλίππῳ, ὅ εἰσι δύο ἡμέραι, λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρώτας δύο, ἃς ἐλθὼν ἔμεινεν, λέγον «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας», ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας· ἐν γὰρ τῇ τρίτῃ ἡμέρᾳ τῆς ἐν τῇ καρδίᾳ τῆς γῆς αὐτοῦ πραγματείας, ἧς † ἐν τῇ γῇ ἐποίησε μετὰ τὸ