256
πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ· Κανᾶ γὰρ ἑρμηνεύεται ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ' ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν «ὑπὲρ τῆς κληρονομούσης» καὶ τὰ ἑξῆς; γάμος γὰρ ὡς ἀληθῶς οὗτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν. ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβακχευομένων ἐπιστύψῃ διὰ τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰς εὐφρασίαν διὰ τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος, ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ † κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροΐζων τε αὐτὸ ἐν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων. ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα, ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον. ὅμως δύο Πάσχα μὲν μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ σωτὴρ ποιεῖται καὶ τῷ τρίτῳ πάσχει, ὡς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν καὶ μηνῶν καὶ ὑπατειῶν. καὶ πανταχόθεν διέπεσεν τούτων πεπλανημένος ὁ λόγος, τῶν εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα 2.304 ἐχόντων καὶ μηδ' ὁποτέρου τῶν εὐαγγελιστῶν ἀντίθετα πρὸς τὸν ἕτερον ἔχοντος. 31. Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον. φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι «ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ», ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ' ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, τοῦτο εἶναι πρῶτον· δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον. φάσκει γὰρ ὅτι «λήψῃ σαυτῷ πρόβατον ἐνιαύσιον ἄμωμον ἄρσεν ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος ἀπὸ δεκάτης τοῦ μηνὸς καὶ ἔσται διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καὶ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέρας καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν». καὶ ὁρᾶτε ὅτι δεύτερον καλεῖται σάββατον μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ. εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλούμενον δεύτερον καλεῖται πρῶτον, ἵνα δείξῃ ἐντεῦθεν ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου χρόνου ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἱ ἄλλοι. οὕτως γὰρ φάσκει ὁ νόμος «ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ' ἀρχῆς δράγματος τοῦ βαλεῖν δρέπανον ἐπ' ἀμητῷ καὶ ποιήσεις ἑβδόμην ἑβδομάδα ἡμέραν ἁγίαν κυρίου», σημαίνων περὶ Πεντηκοστῆς. μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα εἴσω τριῶν ἡμερῶν τουτέστιν μετὰ τρεῖς ἡμέρας τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προφερούσης καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ' 2.305 αὐτῆς ἐν τῇ ἀναστάσει ἐκ τοῦ μνήματος καὶ μένοντος σὺν τοῖς μαθηταῖς τὰς τεσσαράκοντα ἡμέρας καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ πατρί· τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα ὃ ἐδράξατο ἀπὸ Μαρίας, ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω. οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει· «οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει» κατὰ τὸ γεγραμμένον. καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτος φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον. φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν