260
μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, πένθος μὲν ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασμένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων. 2. Πρῶτον γάρ φασι τοὺς τοιούτους τὰς αὐτῶν ἐκκλησίας ἤτοι φωλεοὺς καὶ σπήλυγγας οὕτω γὰρ εἴποιμι τὰς τῶν αἱρέσεων συνελεύσεις ἐν ὑποκαύστοις οἰκοδομεῖσθαι ὑποκαίειν τε κάτωθεν, διὰ τὸ εἶναι αἴθμην εἰς θάλψιν τῶν ἔνδον ἐν τῷ οἰκίσκῳ συναγομένων. ἐν 2.313 δὲ τῷ εἰσιέναι ἱματιοφύλακές εἰσί τινες πρὸς ταῖς θύραις δίκην καμψαρίων ὑπ' αὐτῶν ἐπιτεταγμένοι καὶ ἕκαστος εἰσιών, ἤτοι ἀνὴρ ἤτοι γυνή, ἐκδυόμενος ἔξω εἴσεισι γυμνὸς ὡς ἀπὸ μητρὸς ὅλῳ τῷ σώματι, οἵ τε δοκοῦντες αὐτῶν ἀρχηγοὶ καὶ διδάσκαλοι πάντες ὡς ἐκ μητρὸς καθέζονται, οἱ μὲν ἄνω οἱ δὲ κάτω ἀναμὶξ καὶ σποράδην. εἰσὶ δὲ πάντες παρ' αὐτοῖς ἐγκρατεῖς δῆθεν λεγόμενοί τε καὶ κομπάζοντες, καὶ παρθένοι, ὡς ἑαυτοὺς ἀπατῶσι· τάς τε ἀναγνώσεις καὶ τὰ ἄλλα αὐτῶν πάντα γυμνοὶ ὄντες τελοῦσιν. εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι· φάσκουσι γὰρ αὐτὸν εἶναι τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας. ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδεισον καὶ αὐτοὺς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν. τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου. ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ μετὰ πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ εὖ μάλα ἐκ θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωΐας ἐμπεπλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην. τούτων δὲ τοιούτων ἐπιδεομένων δήλη παρ' αὐτοῖς ἡ χλεύη γίνεται. 3. Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διελέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς «καὶ οὐκ ᾐσχύνοντο». τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμνωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ' ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν. ἀφῄρηται γὰρ ἀπ' αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλήρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό «ὄψις πόρνης ἐγένετό 2.314 σοι, ἀπηναισχύντησας πρὸς πάντας». μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ. οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς «ἡ παμποίκιλος τοῦ θεοῦ» σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων. καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες. ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν· ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμπαίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουργίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης. Οὐκ ἄξιον δὲ ἡμᾶς περὶ πολλοῦ ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. οὔτε γὰρ τὸ ὅμοιον αὐτῶν ζῷον σκευῶν πολεμικῶν ἢ μεγάλων ὅπλων ἐπιδέεται πρὸς ἀναίρεσιν. διὰ γὰρ μικρᾶς ῥάβδου τὸ τοιοῦτον ἀφανίζεται. πολλάκις δὲ μετὰ τὸ ἀνενεχθῆναι ἐκ τοῦ φωλεοῦ καταλιμπάνεται μόνον καὶ ἑαυτῷ διαφθείρεται, γελώμενον καὶ ἐμπαιζόμενον καὶ μὴ εὑρίσκον τὴν καταφυγήν, ὡς καὶ οὗτοι ἁλόντες αἰσχύνονται διὰ τῆς παγγελάστου χλεύης καὶ ἀσέμνου διαγωγῆς καὶ ὑποθέσεως τῆς ληρῳδίας. τὰς δὲ ἑξῆς διασκοπήσοντες πάλιν εὐξώμεθα κύριον ἀρήγειν ἡμῖν εἰς τὴν τῶν ἄλλων εὕρεσίν τε καὶ