262
ὑπάρχων ἐκ τῆς προειρημένης ἀλόγου αἱρέσεως, τῆς ἀρνουμένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὸν ἐν αὐτῷ κηρυχθέντα ἐν ἀρχῇ ὄντα θεὸν Λόγον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν, ἀλλὰ καὶ ταῖς ἄλλαις αἱρέσεσι ταῖς προειρημέναις συγγενόμενός τε καὶ συνυπάρξας καὶ κατὰ τὸν χρόνον αὐτὰς διαδεξάμενος, ἐξ οὗπερ οἱ Θεοδοτιανοὶ καλούμενοι. καὶ εἰ μὲν ὑπάρχει ἔτι ἡ αἵρεσις ἀγνοοῦμεν, τὰ δὲ εἰς ἡμᾶς ἀπὸ συγγραμμάτων ἐλθόντα ἐροῦμεν. Οὗτος ὁ Θεόδοτος ἀπὸ Βυζαντίου μὲν ὡρμᾶτο, τῆς νυνὶ Κωνσταντινουπόλεως καλουμένης. σκυτεὺς τὴν τέχνην, πολυμαθὴς δὲ τῷ λόγῳ. οὗτος ἅμα τισὶ πλείοσιν ἐν καιρῷ διωγμοῦ ἐνστάντος οὐκ οἶδα εἰπεῖν ἐν ποίῳ διωγμῷ ἀπὸ τοῦ τῆς πόλεως ἄρχοντος συλλη2.318 φθεὶς μετὰ πλειόνων καὶ ἐξετασθεὶς σὺν τοῖς ἄλλοις ὑπὲρ Χριστοῦ, οἱ μὲν ἄλλοι πάντες θεοῦ δοῦλοι τὸ νῖκος ἀπενεγκάμενοι βραβείων ἔτυχον ἐπουρανίων ὑπὲρ Χριστοῦ μαρτυρήσαντες, οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέδρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς Ῥώμην ἐκεῖσε διέτριβεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν Ῥώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέπεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας. εἰς ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι «θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην». εἶτα ἐρωτώμενος «ποῖον ἄνθρωπον» ἀπεκρίνατο λέγων «Χριστὸν ἠρνησάμην ἄνθρωπον». Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε δόγμα καὶ οἱ ἀπ' αὐτοῦ συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι. εἶτα εἰς κακὴν ἑαυτοῦ ἀπολογίαν ὅσαπερ χρήσιμα εὗρεν οὐχ ἁγνῶς οἰόμενος, ἀλλὰ προφάσει τῆς αὐτοῦ παρεκτροπῆς ταῦτα ἑαυτῷ ἐπισωρεύων συνήγαγεν, «ὅτι, φησίν, ὁ Χριστὸς ἔφη· νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα». ὁρᾷς, φησίν, ὅτι ἄνθρωπός ἐστιν. 2. ἀλλ' οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει «τὴν ἀλήθειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου». πατέρα δὲ ἑαυτοῦ λέγει 2.319 τὸν θεόν· οὐ γὰρ ἄνθρωπον. εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ 2.319 ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι· ἀλλ' ἵνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι' ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα. Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, «αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος· πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις», καὶ «ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ». καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὅτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἵνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι' ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἅγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας. διὸ ἐπασφαλιζόμενός φησιν «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», οὐκ ἐπαινῶν τοὺς βλασφημοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφημίας αὐτοῦ μετανοούντων. αὐτὸς γὰρ πάλιν φησίν «ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου», καὶ πάλιν «ἀρνήσομαι αὐτόν», καὶ πάλιν «ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου». 3. Καὶ πάλιν δὲ ὁ αὐτὸ Θεόδοτός φησι·