263
«καὶ ὁ νόμος περὶ αὐτοῦ ἔφη· προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ ὑμῖν κύριος ὡς ἐμέ· αὐτοῦ ἀκούσατε. Μωυσῆς δὲ ἄνθρωπος ἦν· ὁ οὖν ἐκ θεοῦ ἐγειρόμενος Χριστὸς 2.320 οὗτος, φησίν, ἦν, ἀλλὰ ἄνθρωπος, ἐπειδὴ ἐξ αὐτῶν ἦν, ὡς καὶ ὁ Μωυσῆς ἄνθρωπος ἦν». καὶ οὐκ οἶδεν ἐν ἑαυτῷ ὁ ἐν παραπτώματι γεγονὼς Θεόδοτος πῶς πάλιν ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς ἀσφάλειαν· ὅτι μὲν γὰρ ἐξ ἀδελφῶν αὐτὸν ἤγειρεν ὁ κύριος, διὰ τὸ ἐκ Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν»· καὶ παρθένος μένουσα «ἐν γαστρὶ ἕξει» οὐκ ἐκ σπέρματος ἀνδρός, «καὶ τέξεται υἱόν» δῆλον ἐν σαρκὶ τὸ γέννημα τὸ ἀπὸ παρθένου γεννώμενον, ἀλλά «καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ' ἡμῶν». ἔστιν γὰρ θεὸς καὶ ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν. Εἶτά φησι· «καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί». διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ τοῦ πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ Μαριάμ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψίστου», εἶτα μετέπειτα «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». καὶ οὐκ εἶπε μόνον «τὸ γεννώμενον», ἀλλά «διὸ καὶ τὸ γεννώμενον», ἵνα δείξῃ τὸν ἄνωθεν θεὸν Λόγον καὶ ἐν μήτρᾳ γενόμενον καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἑαυτοῦ ἐνανθρώπησιν καὶ κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι' ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώ2.321 πησιν εἰς ἡμῶν σωτηρίαν προστίθησι «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἰ γὰρ εἶπε «πνεῦμα ἅγιον εἰσελεύσεται εἰς σέ», οὐκέτι υἱὸν θεοῦ ἦν ἡγεῖσθαι ἐν σαρκὶ παραγεγονότα, ἀλλὰ πνεῦμα ἅγιον ἐν σαρκὶ παραγεγονέναι. ὅτι δὲ ἄνωθέν ἐστιν ἐλθὼν ὁ Λόγος, ὁ Ἰωάννης σαφηνίσας τὴν τοῦ ἀγγέλου εὐαγγελικὴν φωνὴν λέγει «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἶτα μετὰ ταῦτα «καὶ ὁ Λόγος σὰρξ ἐγένετο»· καὶ οὐκ εἶπε «τὸ πνεῦμα σὰρξ ἐγένετο», οὐδὲ εἶπε «Χριστὸς ἄνθρωπος ἐγεννήθη». πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἥκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας. 4. Προφασίζεται πάλιν ὁ τάλας Θεόδοτος λέγων «ὅτι καὶ ὁ Ἱερεμίας περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;» καὶ οὐκ οἶδεν ὁ ἑαυτὸν τῆς ἀληθείας ἀποξενώσας ὅτι, ὡς ἔφην, ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς δύναμιν τῆς ἑρμηνείας. ὁ γὰρ ἄνθρωπος ὢν πάντως ὑπὸ πολλῶν γινώσκεται τῶν αὐτὸν γινωσκόντων· φημὶ δὲ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν, συσκήνων τε καὶ γειτόνων, πολιτῶν τε καὶ οἰκετῶν. ἐνταῦθα δὲ ἡ γραφὴ τὸ θαυμαστὸν διηγουμένη τῆς ὅλης αὐτοῦ πραγματείας ἄνθρωπον μὲν ἔφη διὰ τὴν ἔνσαρκον παρουσίαν, τῷ δέ «τίς γνώσεται αὐτόν» ἐσήμανε περὶ τῆς αὐτοῦ θεότητος τῆς ἀκαταλήπτου. ἐπειδὴ γάρ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ τὸν πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ἀποκαλύψῃ», οὐδεὶς οὖν γνώσεται αὐτόν, ἐὰν μὴ αὐτὸς αὐτῷ ἀποκαλύψῃ. ἀποκαλύπτει δὲ διὰ ἁγίου πνεύματος τοῖς αὐτοῦ δούλοις τὴν αὐτοῦ καὶ τὴν τοῦ αὐτοῦ πατρὸς θεότητα καὶ δόξαν καὶ τὴν αὐτοῦ ζωὴν αἰώνιον τὴν μέλλουσαν καὶ τὰ αὐτοῦ μυστήρια καὶ διδασκαλίαν καὶ τὴν αὐτοῦ δι' ἡμᾶς ἔνσαρκον ἀληθῆ παρουσίαν, ὅτι θεὸς ἄνωθεν καὶ ἄνθρωπος ἀπὸ Μαρίας. 2.322 5. Εἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι «καὶ Ἠσαΐας