264
περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, οὕτως εἰπών· ὅτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη». ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνώδης. ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὕτως εἶπεν «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη». εἶτά φησιν «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ», καὶ οὐκ εἶπεν «αἴρεται ἡ ζωὴ ἀπ' αὐτοῦ», ἀλλά «ἀπὸ ἀνθρώπων». ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ' ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ' ἑαυτοῦ ζωὴ ὤν. «ζῶν γὰρ ὁ Λόγος» καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ' αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» *. εἰ ἦν ἄνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις. ἐπειδὴ δέ ἐστι πρὸ τοῦ ∆αυὶδ καὶ πρὸ τοῦ Ἀβραάμ, -»Ἀβραὰμ γὰρ ὁ πατὴρ ὑμῶν, φησίν, ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη»· εἶτα αὐτῶν θαυμαζόντων καὶ λεγόντων «πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ τὸν Ἀβραὰμ ἑώρακας;», ἐλέγχων Θεόδοτον καὶ τοὺς ἀπίστους καὶ ἐπαρνησιθέους Ἰουδαίους ἔφη «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸ Ἀβραὰμ ἐγώ εἰμι»· ἦν γὰρ πρὸ Ἀβραὰμ ἀληθῶς καὶ πρὸ Νῶε καὶ πρὸ Ἀδὰμ καὶ πρὸ τοῦ κόσμου καὶ πρὸ τοῦ οὐρανοῦ καὶ πρὸ τοῦ χρόνου τοῦ κόσμου καὶ πρὸ πάντων τῶν κτισμάτων, ἄχρονος ὤν, -διὸ καὶ ἄφραστος καταγγέλλεται ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ Ἠσαΐου ὅτι «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ». Ἀλλά φησιν, «εἶπαν οἱ ἀπόστολοι ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ οὐκ εἶπαν· θεὸν ἀποδεδειγμένον». ἐλέγχῃ δὲ πάλιν, Θεόδοτε, ὅτι πάλιν οἱ αὐτοὶ ἀπόστολοι ἐν ταῖς αὐταῖς Πρά2.323 ξεσιν ἔφησαν, ὡς ὁ μακάριος Στέφανός φησιν «ἰδοὺ ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». 6. Πάλιν δὲ προφασίζεται λέγων ὅτι «ἔφη περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς», καὶ οὐκ οἶδε πῶς πάλιν καθ' ἑαυτοῦ ἐπεγείρει. ὁ γὰρ εἰπών «μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς» αὐτὸς ἐσαφήνισε λέγων «προορισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», καὶ πάλιν «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». τούτων δὲ ποιούμενος τῶν λέξεων τὴν ἀσφάλειάν φησιν «εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἡμῖν δὲ εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν». εἰ δέ «δι' οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», οὐκ ἄρα ψιλὸς ἄνθρωπος εἴη ὁ μονογενής, ἀπὸ Μαρίας ὢν καὶ δεῦρο, οὐδὲ ἀπὸ σπέρματος ἀνδρός. ἐπεὶ πῶς τὰ πάντα δι' αὐτοῦ ἠδύνατο εἶναι, τὰ πρὸ αὐτοῦ γενόμενα κατὰ τὸν σοῦ λόγον, εἰ ψιλὸς ἦν ἄνθρωπος; ἢ πῶς εἴη εἰς αὐτὸν τὰ πάντα τὰ πρὸ αὐτοῦ ἐπιγνωσθέντα καὶ γενόμενα; καὶ ἐκ πανταχόθεν ἐξέπεσεν ἡ τούτου ληρῳδία. Ἐν αὐτῷ δὲ τῷ διαλόγῳ ἅμα τήν τε περὶ αὐτοῦ γνῶσιν εἰπόντες καὶ τὴν ἀνατροπὴν καθ' ἑκάστην λέξιν, ὑπερβησόμεθα κατὰ τὸ ἔθος τῆς ἀκολουθίας, ὥσπερ τι μέρος ἑρπετοῦ ἔτι σκαρίζοντος τῇ τῆς ἀληθείας ἐλπίδι καὶ πίστει πεπαικότες καὶ ἀνελόντες, τάς τε ἑξῆς διασκοπήσωμεν καὶ περιβλέπεσθαι τὰς θηριωδεστάτας αἱρέσεις σπεύσωμεν. 2.324 Κατὰ Μελχισεδεκιανῶν ˉλˉε, τῆς δὲ ἀκολουθίας ˉνˉε. 1. Μελχισεδεκιανοὺς πάλιν ἕτεροι ἑαυτοὺς καλοῦσιν, ἀποσπασθέντες τάχα ἀπὸ τῶν Θεοδοτιανῶν καλουμένων. οὗτοι τὸν Μελχισεδὲκ τὸν ἐν ταῖς γραφαῖς λεγόμενον δοξάζουσι, μεγάλην τινὰ δύναμιν ἡγούμενοι. εἶναι δὲ αὐτὸν ἄνω ἐν ἀκατονομάστοις τόποις καὶ ἀληθῶς εἶναι τοῦτον οὐ μόνον δύναμίν τινα, ἀλλὰ καὶ μειζότερον τοῦ Χριστοῦ τῇ ἑαυτῶν πλάνῃ φάσκουσι. Χριστὸν δὲ ἡγοῦνται ἁπλῶς ἐληλυθότα καὶ