265
καταξιωθέντα τῆς ἐκείνου τάξεως, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»· ὡς εἶναι αὐτόν, φησίν, ὑποδεέστερον τοῦ Μελχισεδέκ. εἰ μὴ γὰρ ἦν ἐν δευτέρᾳ τινὶ εἰσαγωγῇ κείμενος, οὐκ ἂν τῆς ἐκείνου τάξεως ἐπεδέετο. περὶ αὐτοῦ δὲ τοῦ Μελχισεδέκ φασιν ὅτι «ἀμήτωρ, ἀπάτωρ, ἀγενεαλόγητος» ἐγένετο, ἐκ τῆς πρὸς Ἑβραίους τοῦ ἁγίου Παύλου ἐπιστολῆς παριστᾶν βουλόμενοι. πλάττουσι δὲ ἑαυτοῖς καὶ βίβλους ἐπιπλάστους, ἑαυτοὺς ἀπατῶντες. 2.325 Ἐξ αὐτῶν δὲ τῶν ῥητῶν ἡ αὐτῶν ἀνατροπὴ γίνεται. ὡς γὰρ λέγει περὶ τοῦ κυρίου ὁ ∆αυὶδ προφητεύων, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερέα αὐτὸν καθίστασθαι, ἐν ταὐτῷ ἔσεσθαι τὸν Χριστὸν ἱερέα διηγεῖται ἡ θεία γραφή. εὑρίσκεται δὲ εὐθὺς λέγων * «ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». εἰ δὲ ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ, οὐκ ἴσος τυγχάνει τῷ υἱῷ τοῦ θεοῦ. πῶς γὰρ δύναται τὸ δοῦλον εἶναι ἴσον τῷ δεσπότῃ; ὁ μὲν γὰρ Μελχισεδὲκ ἄνθρωπος ἦν, τὸ δέ «ἀπάτωρ, ἀμήτωρ» οὐ διὰ τὸ μὴ ἔχειν αὐτὸν πατέρα ἢ μητέρα λέγεται, ἀλλὰ διὰ τὸ μὴ ἐν τῇ θείᾳ γραφῇ κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως. οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυμάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι † προσεκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγματος αὐτοῖς συναγούσης. ἐν δὲ τῇ Σεβαστείᾳ τῇ ποτὲ Σαμαρείᾳ καλουμένῃ, τὴν θυγατέρα Ἰεφθάε θεοποιήσαντες ἔτι ταύτῃ τελετὴν κατ' ἔτος ἄγουσιν. οὕτω καὶ οὗτοι ἀκούοντες τὰ ἔνδοξα καὶ σοφὰ τῆς γραφῆς ῥήματα εἰς ἀνοησίαν ἐξέτρεψαν καὶ εἰς ὑπέρογκον διάνοιαν ἀρθέντες τὴν ὁδὸν τῆς ἀληθείας κατέλιπον, καὶ μύθους ἑαυτοῖς πλασάμενοι κατὰ πάντα ἐλεγχθήσονται. 2. Καὶ γὰρ παρά τισι τοῦ Μελχισεδὲκ ὁ πατήρ τε καὶ ἡ μήτηρ 2.326 ἐμφέρεται· οὐκ ἔχει δὲ κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους τοῦτο. εἶπον δέ τινες Ἡρακλᾶν τινα καλεῖσθαι τὸν αὐτοῦ πατέρα, μητέρα δὲ Ἀστάρθ, τὴν δὴ καὶ Ἀστοριανήν. ἦν δὲ οὗτος ἐξ ἑνὸς τῶν υἱῶν τῶν ἐπιχωρίων κατ' ἐκεῖνο καιροῦ τῶν ἐν Σαυῇ τῇ πεδιάδι κατοικούντων. Σαλὴμ δὲ ἡ πόλις ἐκαλεῖτο, περὶ ἧς ἄλλος ἄλλως ἐξέδωκε καὶ ἄλλος ἄλλως. οἱ μὲν γάρ φασιν αὐτὴν εἶναι τὴν νῦν Ἱερουσαλὴμ καλουμένην, ποτὲ δὲ Ἰεβοὺς λεγομένην, ἄλλοι δὲ ἔφασαν ἄλλην τινὰ Σαλὴμ εἶναι ἐν τῷ πεδίῳ Σικίμων, κατάντικρυ τῆς νυνὶ Νεαπόλεως οὕτω καλουμένης. εἴτε οὖν ἐντεῦθεν ἢ καὶ ἐκεῖθεν οὐ μακρὰν γὰρ ἀλλήλων ἀφεστήκασιν οἱ τόποι ὅμως ἡ ὑπόθεσις δηλοῖ τὸ ἔργον. «ἐξήνεγκε», γάρ φησι, «τῷ Ἀβραὰμ ἄρτους καὶ οἶνον, καὶ ἦν ἱερεὺς τοῦ ὑψίστου κατ' ἐκεῖνον τὸν χρόνον», ὃς εὐλόγησε τὸν Ἀβραὰμ καὶ δεκάτην ἔλαβε παρ' αὐτοῦ. ἔδει γὰρ τὸν ἱερέα τοῦ ὑψίστου παρὰ δούλου θεοῦ τιμηθῆναι, καὶ πρῶτον μὲν τὸν Ἀβραὰμ προσενέγκαι τῷ ἐν ἀκροβυστίᾳ ἱερεῖ ἱερουργοῦντι, ἐπειδὴ ἐξ αὐτοῦ 2.327 ἔμελλε τοῦ Ἀβραὰμ ἐκ περιτομῆς γίνεσθαι ἡ ἱερωσύνη, ἵνα «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» ταπεινωθῇ, πρὸς τὸ μὴ αὐχοῦσαν τὴν περιτομὴν ἐπὶ τῇ ἱερωσύνῃ δύνασθαι ἀντιλέγειν τῇ τῆς ἁγίας θεοῦ ἐκκλησίας ἱερωσύνῃ, τῇ μὴ παρατηρουμένῃ σαρκὸς περιτομὴν ἢ ἀκροβυστίαν, ἔχουσαν δὲ τὴν μείζονα καὶ τελειοτάτην περιτομήν, τὸ λουτρὸν τῆς παλιγγενεσίας. εἰ γὰρ Ἀβραὰμ τῷ Μελχισεδὲκ προσήνεγκε δεκάτην, οἱ δὲ ἀπὸ Ἀβραὰμ τῷ Λευὶ προσφέρουσι καὶ τῷ Ἀαρών, μετὰ χρόνον δὲ τοῦ πάλιν εἶναι τὴν ἱερωσύνην ἐκ περιτομῆς διὰ Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ καθεξῆς φάσκει ἡ γραφὴ διὰ τοῦ ∆αυὶδ μετὰ γενεὰς δεκαδύο τῆς τοῦ Λευὶ γεννήσεως, ἑπτὰ δὲ ἀπὸ τῆς Ἀαρὼν διαδοχῆς ἐν τῷ Μελχισεδὲκ τὴν ἱερωσύνην ἵστασθαι, φύσει ἔδειξεν οὐκ ἐν τῇ παλαιᾷ τῆς περιτομῆς ἱερωσύνῃ τὸ ἱερατικὸν