266
ἐπιμένειν τάγμα· μετετίθετο γὰρ εἰς τὴν πρὸ τοῦ Λευὶ καὶ πρὸ Ἀαρὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνην, ἥτις νυνὶ ἐν τῇ ἐκκλησίᾳ πολιτεύεται, ἀπὸ τῆς τοῦ κυρίου ἐνσάρκου παρουσίας καὶ δεῦρο, μηκέτι τοῦ σπέρματος κατὰ διαδοχὴν ἐκλεγομένου, ἀλλὰ τοῦ κατὰ ἀρετὴν τύπου ζητουμένου. 3. Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε· τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ οὐκ ἐν περιτομῇ ἀλλὰ ἐν δικαιοσύνῃ μὲν τελειότητος καὶ ἀρετῇ, ἐν ἀκροβυστίᾳ δὲ σαρκὸς θεῷ ἱερατεύσαντος. καὶ ὅτι μὲν ὁ Μελχισεδὲκ ἄνθρωπος ἦν, αὐτὸς ὁ ἅγιος θεοῦ ἀπόστολος ἐν τῇ ἐπιστολῇ δηλώσει. φάσκει γὰρ οὕτως «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν πατριάρχην». δῆλον οὖν ὅτι ἐξ αὐτῶν οὐ γενεαλογεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται. πόσοι δὲ ἄλλοι οὐ γενεαλογοῦνται κατὰ τὸ φανερώτατον; ∆ανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται 2.328 τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα δὲ μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν. εὑρήκαμεν γὰρ τοῦ ∆ανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον. τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα καὶ καθ' εἱρμὸν ὑφηγήσομαι οὕτως· Ἠλίας ὁ Θεσβίτης ἀδελφὸς γέγονεν Ἰωδαὲ τοῦ ἱερέως, ἐξ ἱερέων δῆθεν καὶ αὐτὸς ὑπάρχων, υἱὸς δὲ τοῦ Ἀχιναάμ· Ἀχιναὰμ δὲ υἱὸς τοῦ Σαδώκ, Σαδὼκ δὲ τοῦ Ἀχιτὼβτοῦ Ἀμορία, Ἀμορίας υἱὸς τοῦ Ἀμορία τοῦ Ῥαζαζά, Ῥαζαζὰ τοἈαζία, Ἀαζία τοῦ Φινεές, Φινεὲς υἱὸς τοῦ Ἐλεάζαρ, Ἐλεάζαρ υἱὸτοῦ Ἀαρών, τοῦ ἱερέως δηλονότι· Ἀαρὼν υἱὸς τοῦ Ἀμράμ, Ἀμρὰτοῦ Καάθ, Καὰθ τοῦ Λευί, Λευὶ τρίτος υἱὸς τοῦ Ἰακώβ· Ἰακὼβ δὲ ἀδελφὸς μὲν Ἠσαῦ, παῖς δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ υἱὸς τοῦ Ἀβραάμ. ἐδὲ ταῖς ῥηταῖς βίβλοις οὐ πάνυ σαφῶς αἱ τούτων γενεαλογίαι ἐμφέρονται ἢ μόνον ἐν ταῖς Παραλειπομέναις τῆς κατὰ τὸν Ἠλίαν ὑποθέσεως μέρη. φύσει δὲ τῶν τριῶν παίδων, Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, οὔτε ἐν παραδόσεσιν οὔτε ἐν ἀποκρύφοις τοὺς πατέρας ηὕραμεν. τί οὖν ἐροῦμεν; ἆρα κἀκεῖνοι, οἱ περὶ Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, φαντάσουσιν ἡμᾶς λογίζεσθαι ἃ μὴ χρὴ καὶ ὑπερόγκως θαυμάζειν ὑπὲρ τὸ 2.329 μέτρον ἑκάστην ὑπόθεσιν, ἀπάτορας καὶ ἀμήτορας αὐτοὺς λογισάμενοι; ἀλλὰ μὴ γένοιτο. ὅροι γὰρ ἐτέθησαν ἡμῖν καὶ θεμέλιοι εἰς οἰκοδομὴν τῆς πίστεως καὶ ἀποστόλων παραδόσεις καὶ γραφαὶ ἅγιαι καὶ διαδοχαὶ διδασκάλων, καὶ ἐκ πανταχόθεν ἡ ἀλήθεια τοῦ θεοῦ ἠσφάλισται καὶ μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. 4. Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, εἰς ἅπερ οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. ὅτι μὲν γὰρ ἅγιος ὁ δίκαιος ὑπῆρχε καὶ ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῆς Σαλὴμ δῆλον, ἀλλ' οὐ τῆς ἐν οὐρανῷ ὑπάρχων τάξεως καὶ ἀπ' οὐρανοῦ καταβεβηκώς· «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου», φησὶν ὁ ἅγιος καὶ ἀψευδὴς θεὸς Λόγος. τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κηρύττουσα ἡ θεία γραφὴ καὶ τὸ πνεῦμα ῥητῶς διδάσκον τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ τῆς παλαιᾶς συναγωγῆς καὶ τοῦ * ἔθνους εἰς ἔθνος κάλλιστον καὶ ὑπέρτατον καὶ οὐ μετοχῇ σαρκὸς διαδοχῆς ἡνωμένον. ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ' αὐτὸν διαδοχὴν ἔσχεν, ἀλλὰ οὐδὲ ἀφαίρεσιν τῆς ἱερωσύνης. ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς καὶ ἔτι ἐν τῇ γραφῇ ᾄδεται ἱερεύς, μηδενὸς αὐτὸν διαδεξαμένου ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον τῆς αὐτοῦ ὑπηρεσίας ἱερωσύνην. οὕτω καὶ ὁ κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος, ἀλλὰ θεοῦ ἅγιος θεὸς Λόγος, υἱὸς θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν πατρὶ ὤν, γενόμενος δὲ δι' ἡμᾶς ἐκ Μαρίας ἄνθρωπος καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, τὴν δὲ ἱερωσύνην * τῷ πατρὶ προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβών, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ κατὰ τὴν τάξιν Μελχισεδέκ, τὴν μὴ ἔχουσαν διαδοχήν. μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ