268
κατακλυσμόν. «καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, ˉφ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε». τοίνυν αὐτοῦ ζήσαντος ἑξακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο 2.333 φθάσαι εἰς χίλια καὶ διακόσια τεσσαράκοντα καὶ ἓν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶε τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχισεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεσσαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης. κατὰ δὲ ψῆφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγένηται ὁ αὐτὸς Σήμ, ἕως τοῦ προδεδηλωμένου χρόνου τῆς τε τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ὀγδοηκοστῷ ὀγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνενηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλωμένον τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιολογία. 7. Ἰουδαῖοι δὲ πάλιν φάσκουσι τὸν τοιοῦτον δίκαιον μὲν εἶναι καὶ ἀγαθὸν καὶ ἱερέα τοῦ ὑψίστου, ὡς ἔχει ἡ θεία γραφή, διὰ δὲ τὸ υἱὸν αὐτὸν εἶναι πόρνης, φασί, τὴν μητέρα αὐτοῦ μὴ γεγράφθαι μηδὲ τὸν πατέρα αὐτοῦ γινώσκεσθαι. ἐξέπεσε δὲ καὶ τούτων ὁ ληρώδης λόγος. καὶ γὰρ καὶ Ῥαὰβ πόρνη ὑπῆρχε καὶ ἔστι γεγραμμένη, καὶ Ζαμβρὶ πορνεύσας γέγραπται καὶ Χασβιεὶ μετ' αὐτοῦ, καίπερ ἀλλοτρία οὖσα καὶ οὐκ ἀπὸ γένους Ἰσραὴλ ἀναγομένη. * καί «πᾶς ὁ μὴ διὰ τῆς θύρας εἰσερχόμενος, ὡς ἔφη τὸ ἅγιον εὐαγγέλιον, λῃστὴς καὶ οὐκ ὢν ποιμὴν ὑπάρχει». Ἐν δὲ τῇ ἐκκλησίᾳ φύσει τινὲς διαφόρως τοῦτον τὸν Μελχισεδὲκ 2.334 ὁρίζονται. οἱ μὲν γὰρ αὐτὸν νομίζουσι φύσει τὸν υἱὸν τοῦ θεοῦ, ἐν ἰδέᾳ δὲ ἀνθρώπου τότε τῷ Ἀβραὰμ πεφηνέναι. ἐκπίπτουσι δὲ καὶ αὐτοὶ τοῦ προκειμένου· οὐ γάρ τις ἑαυτῷ ὅμοιος γενήσεταί ποτε, ὡς ἔχει ἡ θεία γραφὴ ὅτι «ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». τῷ ὄντι δὲ «ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν»· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραηλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων. τούτων πάντων τὸν κατάλογον ποιησάμενοι, ὧν διὰ τὴν αἵρεσιν ταύτην ἐπεμνήσθημεν, καὶ ὡς ἐν παρεκβάσει περὶ τούτων διηγησάμεθα. 8. Εἰς ὄνομα δὲ τούτου τοῦ Μελχισεδὲκ ἡ προειρημένη αἵρεσις καὶ τὰς προσφορὰς ἀναφέρει καὶ αὐτὸν εἶναι εἰσαγωγέα πρὸς τὸν θεὸν λέγει καὶ δι' αὐτοῦ, φησί, δεῖ τῷ θεῷ προσφέρειν, ὅτι ἄρχων ἐστὶ δικαιοσύνης, ἐπ' αὐτὸ τοῦτο κατασταθεὶς ὑπὸ τοῦ θεοῦ ἐν οὐρανῷ, πνευματικός τις ὢν καὶ εἰς ἱερωσύνην θεοῦ τεταγμένος. καὶ δεῖ ἡμᾶς αὐτῷ προσφέρειν, φασίν, ἵνα δι' αὐτοῦ προσενεχθῇ ὑπὲρ ἡμῶν καὶ εὕρωμεν δι' αὐτοῦ ζωήν. καὶ Χριστὸς μέν, φησίν, ἐξελέγη, ἵνα ἡμᾶς καλέσῃ ἐκ πολλῶν ὁδῶν εἰς μίαν ταύτην τὴν γνῶσιν, ὑπὸ θεοῦ κεχρισμένος καὶ ἐκλεκτὸς γενόμενος, ἐπειδὴ ἀπέστρεψεν ἡμᾶς ἀπὸ εἰδώλων καὶ ὑπέδειξεν ἡμῖν τὴν ὁδόν. ἐξ οὗπερ ὁ ἀπόστολος ἀποσταλεὶς ἀπεκάλυψεν ἡμῖν ὅτι μέγας ἐστὶν ὁ Μελχισεδὲκ καὶ ἱερεὺς μένει εἰς τὸν αἰῶνα. καὶ θεωρεῖτε πηλίκος οὗτος, καὶ ὅτι τὸ ἧσσον ἐκ τοῦ μείζονος εὐλογεῖται, καὶ διὰ τοῦτο, φησί, καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εὐλόγησεν, ὡς μείζων ὤν, οὗ ἡμεῖς ἐσμὲν μύσται, ὅπως τύχωμεν καὶ αὐτοὶ ἡμεῖς παρ' αὐτοῦ τῆς εὐλογίας. 9. Καὶ ὡς μάταιος πασῶν αἱρέσεων ἡ διάνοια. ἰδοὺ γὰρ καὶ οὗτοι ἠρνήσαντο τὸν αὐτῶν δεσπότην τὸν «ἀγοράσαντα αὐτοὺς τῷ 2.335 ἰδίῳ αὐτοῦ αἵματι», τὸν οὐκ ἀπὸ Μαρίας ἐναρξάμενον, ὡς αὐτοὶ νομίζουσιν, ἀλλ' ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», καὶ οὐχὶ τῷ Μελχισεδέκ. εἰ μὲν γὰρ καὶ ἱερεὺς ἐστι τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε διαδοχὴν μετ' αὐτόν, ἀλλ' οὐκ ἔστιν ἄνωθεν ἀπ' οὐρανοῦ καταβάς. οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι «κατήνεγκε» ἄρτον καὶ οἶνον, ἀλλὰ «ἐξήνεγκεν»