269
αὐτῷ τε καὶ τοῖς μετ' αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην· καὶ εὐλόγησεν αὐτὸν διὰ τὴν προσοῦσαν αὐτῷ δικαιοσύνην καὶ τὸ πιστὸν καὶ τὸ εὐλαβὲς τοῦ ἀνδρός, ὅτι ἐν ἅπασι δοκιμασθεὶς ἐν οὐδενὶ ἐξέπεσε τῆς δικαιοσύνης ὁ πατριάρχης, ἀλλὰ καὶ ἐν τούτῳ συνεργὸν ἔσχε τὸν θεὸν κατὰ τῶν † ἀληθῶς ἐπελθόντων τῇ τῶν Σοδομιτῶν χώρᾳ καὶ ἀφελομένων καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν ἅγιον Λώτ, ὃν καὶ ἀπέστρεψε μετὰ τῆς πάσης σκυλεύσεως καὶ λαφυραγωγίας. πόθεν δὲ οὐ δείξωμεν ὅτι ἦν ἀεὶ ὁ υἱὸς σὺν πατρί; «ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν «ἐν ἀρχῇ ἦν ὁ Μελχισεδὲκ οὐδὲ θεὸς ἦν ὁ Μελχισεδέκ». καὶ πάλιν «ἦλθεν οὖν ὁ κύριος πρὸς τὸν Ἀβραάμ, καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα». καὶ αὐτὸς ὁ ἀπόστολός φησιν «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα». καὶ ἵνα μή τις εἴπῃ· οὐκοῦν ποῦ ἐστι τὸ πνεῦμα, ἐπειδήπερ περὶ ἑνὸς καὶ ἑνὸς διηγεῖται; οὐκ ἔδει τὸ πνεῦμα αὐτοσύστατον γίνεσθαι ἑαυτοῦ· ἀεὶ γὰρ φυλάττεται ἡ θεία γραφὴ ὑπογραμ2.336 μὸς ἡμῖν γίνεσθαι. ἐφθέγγετο ἐν πνεύματι ἁγίῳ ὁ ἀπόστολος καὶ ἔλεγεν «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα». ἦν δὲ ἐν πνεύματι ἁγίῳ λέγων τοῦτο· οὐ γὰρ ἵνα λείψῃ ἡ τριάς. αὐτὸς δὲ ὁ κύριος σαφῶς λέγει ὅτι «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». καὶ πάλιν ὁ ἀπόστολος λέγει «ἓν δέ ἐστιν τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται πρὸς τὸ συμφέρον». ἰδοὺ τοίνυν πατήρ, ἰδοὺ υἱός, ἰδοὺ πνεῦμα ἅγιον, καὶ οὐδαμοῦ περὶ Μελχισεδὲκ λέγει ὅτι ἐν τοῖς χαρίσμασιν † δωρεῖται οὔτε ἐν τοῖς ὑψώμασι. καὶ μάτην παρὰ τούτοις ᾄδεται τὰ ψευδῆ καὶ ἐπινενοημένα τῶν προσκομμάτων, οὐκ ἀπὸ τῆς ἀληθείας αὐτοῖς συμβαίνοντα, ἀλλὰ ἐξ αὐτοῦ τοῦ συρίγματος τοῦ δράκοντος, ὡς ἑκάστην αἵρεσιν ἠδυνήθη ἀπατῆσαί τε καὶ πλανῆσαι. Ἦλθε δὲ πάλιν εἰς ἡμᾶς ὥς τινες περιττότερον τῶν προειρημένων πάντων πλανηθέντες καὶ περισσοτέρᾳ ἀλαζονείᾳ ἐννοίας ἀρθέντες ἐτόλμησαν εἰς ἀπορίαν διανοημάτων τραπῆναι καὶ εἰς βλάσφημον ἔννοιαν ἐλθεῖν καὶ εἰπεῖν τὸν αὐτὸν Μελχισεδὲκ εἶναι τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν Μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ * διανοηθέντες τὰ * εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωσαν βλασφημίας πλάνην. ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντοκράτορα, μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος τοῦτο γὰρ παρὰ πᾶσιν ὡμολόγηται ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροσύνης βλασφημίαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα. περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι «ἦν ἱερεὺς τοῦ ὑψίστου». εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου 2.337 ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ. καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης. τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος συναγαγὼν ἔφη «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν» δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων «δεδεκάτωκε τὸν Ἀβραάμ», καὶ πάλιν «ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεσίας ἐποιεῖτο, φησί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι»· ὅτι δὲ ὁ πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον. Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι