270
πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνόμενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας ἕως ὅλων τῶν μελῶν ἄγειν τὸν ἐπιβουλευθέντα. οὕτω καὶ αὕτη ἡ αἵρεσις * τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν *, προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμὸν τοῖς μὴ τυχοῦσι τοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ' ἡμῶν γενομένης κατ' αὐτῆς ἀνατροπῆς τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαίνεται τὸ ζῷον. ἐν νυκτὶ γάρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς αἱρέσεως βλάβῃ· τοιοῦτο γὰρ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει. ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν. 2.338 Κατὰ Βαρδησιανιστῶν ˉλˉ, τῆς δὲ ἀκολουθίας ˉνˉ. 1. Τούτοις καθεξῆς συνέπεται Βαρδησιάνης τις οὕτω καλούμενος. ὁ δὲ Βαρδησιάνης οὗτος, ἐξ οὗπερ ἡ αἵρεσις τῶν Βαρδησιανιστῶν γεγένηται, ἐκ Μεσοποταμίας μὲν τὸ γένος ἦν, τῶν κατὰ τὴν Ἐδεσσηνῶν πόλιν κατοικούντων. ὃς τὰ μὲν πρῶτα ἄριστός τις ἀνὴρ ἐτύγχανε, λόγους δὲ οὐκ ὀλίγους συνεγράψατο, ὁπηνίκα ἐρρωμένην εἶχε τὴν διάνοιαν. ἐκ γὰρ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὡρμᾶτο, λόγιός τις ὢν ἐν ταῖς δυσὶ γλώσσαις, Ἑλληνικῇ τε διαλέκτῳ καὶ τῇ τῶν Σύρων φωνῇ. Αὐγάρῳ δὲ τῷ τῶν Ἐδεσσηνῶν δυνάστῃ, ἀνδρὶ ὁσιωτάτῳ καὶ λογιωτάτῳ, ἐξοικειούμενος τὰ πρῶτα καὶ συμπράττων, ἅμα τε καὶ τῆς αὐτοῦ μετασχὼν παιδείας, διήρκεσε μὲν 2.339 μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι τῶν χρόνων Ἀντωνίνου Καίσαρος, οὐ τοῦ Εὐσεβοῦς καλουμένου, ἀλλὰ τοῦ Οὐήρου. ὃς πολλὰ πρὸς Ἀβειδὰν τὸν ἀστρονόμον κατὰ εἱμαρμένης λέγων συνελογίσατο, καὶ ἄλλα δὲ κατὰ τὴν εὐσεβῆ πίστιν ἐμφέρεται αὐτοῦ συντάγματα. Ἀπολλωνίῳ δὲ τῷ τοῦ Ἀντωνίνου ἑταίρῳ ἀντῆρε, παραιτούμενος 2.340 ἀρνήσασθαι τὸ Χριστιανὸν ἑαυτὸν λέγειν. ὁ δὲ σχεδὸν ἐν τάξει ὁμολογίας κατέστη λόγους τε συνετοὺς ἀπεκρίνατο ὑπὲρ εὐσεβείας ἀνδρείως ἀπολογούμενος, θάνατον μὴ δεδιέναι φήσας, ὃν ἀνάγκῃ ἔφη ἔσεσθαι, κἄν τε τῷ βασιλεῖ μὴ ἀντείποι. καὶ οὕτως ὁ ἀνὴρ τὰ πάντα μεγάλως ἦν κεκοσμημένος, ἕως ὅτε τῷ ἀστοχήματι τῆς ἑαυτοῦ αἱρέσεως περιέπεσε, δίκην νηὸς γεγονὼς καλλίστης φόρτον τε ἀσυνείκαστον ἐμβαλλομένης καὶ παρὰ τὰς ὄχθας τοῦ λιμένος λακισθείσης ἀπολεσάσης τε τὴν ἅπασαν πραγματείαν καὶ ἑτέροις τοῖς ἐπιβάταις θάνατον ἐμποιησάσης. 2. Προσφθείρεται γὰρ οὗτος Οὐαλεντίνοις καὶ ἐκ τῆς αὐτῶν μοχθηρίας ἀνιμᾶται τὸ δηλητήριον τοῦτο καὶ ζιζανιῶδες, πολλάς τε καὶ αὐτὸς ἀρχὰς καὶ προβολὰς εἰσηγησάμενος καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀρνησάμενος ἐδογμάτισε ταύτην τὴν αἵρεσιν. χρῆται δὲ νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ νέᾳ διαθήκῃ, καὶ ἀπο2.341 κρύφοις τισὶν ὡσαύτως. ἀνατραπήσεται δὲ καὶ οὗτος μετὰ πάντων τῶν πρὸ αὐτοῦ τε καὶ τῶν μετ' αὐτὸν ἀπαλλοτριώσας ἑαυτὸν τῆς ἀληθείας καὶ ὡς ἀπὸ λαμπάδος πυρὸς φωτεινῆς εἰς ἀσβόλην μεταβεβλημένος. Περὶ μὲν γὰρ νεκρῶν ἀναστάσεως ἤδη ἡμῖν ἐν πολλαῖς αἱρέσεσιν εἴρηται· οὐ λυπήσει δὲ καὶ αὖθις ἐν τῇ πρὸς τοῦτον ἀνατροπῇ χρήσασθαι ὀλίγοις λόγοις. εἰ μὲν γὰρ τὴν παλαιὰν διαθήκην δέχῃ, ὦ οὗτος, καὶ τὴν καινὴν ὡσαύτως, πόθεν οὐκ ἐλεγχθήσῃ παραφθείρων τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἑαυτὸν ἀποξενῶν τῆς τοῦ κυρίου ἐν ἀληθείᾳ ζωῆς; ὅτι μὲν γὰρ αὐτὸς ὁ κύριος πρῶτος, ἵνα γένηται ἡμῖν ἀρραβὼν τῆς ἀναστάσεως καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, δῆλον. καὶ οὐχ ἁπλῶς ἐν δοκήσει πέπονθεν· ἐτάφη γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἐβάστασαν. καὶ μαρτυρεῖ μὲν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, μαρτυροῦσι καὶ αἱ φέρουσαι μύρα εἰς τὸ μνῆμα καὶ ἡ τῶν ἑκατὸν λιτρῶν τῆς ἀλόης