271
ὁλκή, ὅτι οὐκ ἦν δόκησις οὐδὲ φαντασία. μαρτυροῦσι δὲ καὶ οἱ ἄγγελοι ταῖς γυναιξὶ πεφηνότες ὅτι «ἀνέστη, οὐκ ἔστιν ὧδε· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» καὶ οὐκ εἶπαν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀνέστη, ὁ πεπονθὼς ἐν σαρκί, ζῶν δὲ ἀεὶ ἐν πνεύματι καὶ ἀπαθὴς ὢν ἐν τῇ ἰδίᾳ θεότητι, ὁ ἄνωθεν ἀεὶ ἐκ πατρὸς γεγεννημένος ὑπάρχων, ὁ ἐπ' ἐσχάτων τῶν ἡμερῶν εὐδοκήσας ἀπὸ Μαρίας τῆς παρθένου γενέσθαι ἄνθρωπος, ὡς μαρτυρεῖ Παῦλος ὁ ἅγιος λέγων «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»; ἢ οὐκ ἔπεισέ σε Ἠσαΐας ὁ προφήτης λέγων «καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ 2.342 ἐν τοῖς μνημείοις;», αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι «καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»; ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ αἷμα; αἷμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ' ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν. σῶμα γάρ ἐστι τὸ αἷμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη, ἡ κακοπιστία, ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας. 3. Περὶ δὲ πολλῶν ἀρχῶν ἐπειδήπερ πολλάκις κατὰ τῶν οὕτως λεγόντων πολλὰ εἶπον; ἐνταῦθα οὐ πολλὴν ποιοῦμαι τὴν περὶ τούτου διαλογήν, ἀλλ' ὡς ἐν παρεκβάσει ὑπομνήσομαι τοῦ ἁγίου ἀποστόλου φάσκοντος ὅτι «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ». πῶς οὖν πολυθεΐα ἔσται καὶ πολλαὶ ἀρχαί, εἰ «εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ»; ἄρα οὖν εἷς ἐστιν ὁ ποιητὴς καὶ οὐ πολλοὶ θεοὶ οὔτε πολλοὶ αἰῶνες. ἔφη γὰρ ὅτι «εἴπερ εἰσὶ πολλοὶ θεοὶ λεγόμενοι». τὸ δέ «λεγόμενοι» ὡς περὶ οὐχ ὑπαρχόντων ἀπεφήνατο· διὰ δὲ τοὺς τῶν Ἑλλήνων λεγομένους, οὓς ἐθεοποίησαν, ἥλιόν τε καὶ σελήνην, ἄστρα τε καὶ τὰ τούτοις ὅμοια, ἀποφηνάμενος ἀπέκλεισε πάντων τῶν πεπλανημένων τὴν διάνοιαν. Τῆς δὲ ὑγιοῦς πίστεως πανταχόθεν σῳζομένης, ἑδραιώματος οὔσης καὶ σωτηρίας τῶν πιστῶν, ῥᾳδίως ἡ πασῶν τῶν αἱρέσεων ἐπινενοημένη κενολεξία προσανετράπη. ὡς καὶ οὗτος ἀνατραπεὶς καὶ ἐλεεινὸν ἑαυτὸν καταστήσας καὶ ἑαυτὸν ἀποξενώσας τῆς ζωῆς. φησὶ γὰρ ὁ προφήτης πρὸς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὅτι «θήσομαι ἄνθρακα τὸν λίθον σου καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὰ τείχη σου λίθους ἐκλεκτοὺς καὶ τὰς ἐπάλξεις σου ἴασπιν». εἶτα ὕστερόν φησι «πᾶσα φωνὴ ἣ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, ἐπὶ 2.343 δὲ σὲ οὐ κατευοδωθήσεται». οὐδὲν γὰρ κατισχύσει πρὸς τὴν τῆς ἀληθείας πίστιν, ἐπειδήπερ «ἐπὶ τὴν πέτραν ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς», ὡς ἐπηγγείλατο αὐτῇ ὁ ἅγιος θεὸς Λόγος, ὁ βασιλεὺς αὐτῆς καὶ νυμφίος καὶ κύριος αὐτῆς καὶ δεσπότης, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ταύτης δὲ καὶ αὐτῆς καταπατηθείσης τῆς αἱρέσεως, * ὡς ἀπὸ τομῆς ὄφεως οὖσα κεφαλὴ καὶ ἔτι σκαρίζουσα, τῷ ξύλῳ τῆς ζωῆς παισθεῖσα, αὐτοὶ δὲ θεῷ εὐχαριστοῦντες ἐπὶ τὰς ἄλλας πάλιν διασκοποῦντες ἴωμεν, ἀγαπητοί. Κατὰ Νοητιανῶν ˉλˉζ, τῆς δὲ ἀκολουθίας ˉνˉζ. Ἕτερος δὲ πάλιν μετὰ τοῦτον Νόητος ὀνόματι ἀνέστη, οὐ πρὸ ἐτῶν πλειόνων, ἀλλ' ὡς ἀπὸ χρόνου ἐτῶν τούτων ἑκατὸν τριάκοντα πλείω ἐλάσσω, Ἀσιανὸς τῆς Ἐφέσου πόλεως ὑπάρχων· ὃς ἀλλοτρίῳ πνεύματι φερόμενος ἠθέλησεν ἀφ' ἑαυτοῦ ἃ μήτε προφῆται ἐκήρυξαν μήτε ἀπόστολοι μήτε ἐξ ὑπαρχῆς κατέσχεν ἡ ἐκκλησία μήτε ἐνενοήθη λέγειν τε καὶ διδάσκειν, αὐτὸς ἀφ' ἑαυτοῦ ἐπάρματι 2.344 μανίας ἐπαρθεὶς ἐτόλμησε λέγειν, τὸν πατέρα πεπονθέναι· ἔτι δὲ μείζονί τινι τύφῳ καὶ παραφροσύνῃ ἐνεχθεὶς ἑαυτὸν ἔλεγε Μωυσέα καὶ τὸν ἀδελφὸν